no image
DDbDP-text
Fragment d’un code via HGV-meta
Fragment of a law code on slaves and legal procedure. Fragment of a Ptolemaic law code on legal procedure concerning slaves: suits wrongly brought against slaves as if free, slave testimony and torture, complaints of wrongs done by slaves, and the liability of masters. It comes from the Arsinoite nome (Ghoran) in the 3rd century BC. machine translation
Linked by Trismegistos ID
TM 3231.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἐὰν δέ τις περὶ ἀδικήματος ἑτέρου
οἰκέτηι ὄντι δίκην γραψάμενος
ὡς ἐλευθέρωι καταδικάσηται
ἐξέστω τῶι κυρίωι ἀναδικῆσαι
ἐν ἡμέραις ε, ἀφʼ ἧς ἂν ἡ εἴσπραξις
γίνηται, καὶ ἂν καταδικασθῆι
ἡ δίκη, τό τε ἐπιδέκατον ἢ ἐπιπεντεκαιδέκατον ἀποτινέτω
ὁ κύριος, καὶ ἡ πρᾶξις συντελείσθω
κατὰ τοὺς νόμους τοὺς περὶ τῶν
οἰκετῶν ὄντας, πλὴν ὧν τὸ διάγραμμα ἀπαγορεύει.
μηθενὶ ἐξέστω σώματα πωλεῖν
ἐπʼ ἐξαγωγῆι, μηδὲ στίζειν, μηδὲ …[…]…[…]…[…]
ἐπιχωρήσηι.
[…]…ι… δικαστὴς
[… 1 line lost …]
ἐξέστω καὶ τοῖς δούλοις
μαρτυρεῖν.
τῶν δὲ δούλων τῶν μαρτυρησάντων
οἱ δικασταὶ τὴν βάσανον ἐκ τῶν
σωμάτων ποιείσθωσαν, παρόντων
τῶν ἀντιδίκων, ἐὰν μὴ ἐκ τῶν
τεθέντων δικαιωμάτων δύνωνται κρίνειν.
δούλων ἐπίκλησις καὶ τοῖς καταδικασαμένοις πρᾶξις. ὃς ἂν ἐγκαλῆι
ὑπὸ δούλου ἢ δούλης ἀδικεῖσθαι,
λέγων τὸ ἀδίκημα τῶι κυρίωι
ἐναντίον μὴ ἔλασσον ἢ δύο μαρτύρων, ἀπογραφέσθω πρὸς τοὺς
νομοφύλακας καὶ ἀπαγορευέτω
[2]
[… 3 lines lost …]
δ[…]
γραφθ…[…]
φων ημ[…]
σασθαι[…]
κληματ[…]
δούλωι υφ[…]
προσγραφέσθω[…]
κατὰ τὸν νόμον[…]
πρασσέσθω το[…]
γραφέντα ἐπίτιμα διπλᾶ ?. ἐὰν δ
ἀμφισβήτηι …[…]τοῦ κυρίου, μὴ κελεύοντος αὐτοῦ, μηδὲ εἰδότος τὸ ἀνδράποδον
ἀδικῆσαι· ἐὰν δὲ[…]
τὸ δικαστήριον[…]
πρότερον δ… καὶ […]
[…]κελευοντ[…]
[…]διαγνωσθῆι ἐκ δικ[…]
ἀδικῆσαι, τὴν ζημίαν τὴν
καταδικασθεῖσαν ἐπ[…]
ὁ ὀφλὼν καὶ προσαποτινέτω
τὸ πέμπτον μέρος τῆς ζημίας
τῆς καταδικασθείσης τῶι
ἀντιδίκωι, κατὰ τὸν νόμονδιοτι ἀμφισβητης[…]διαγνωσθῆι, μὴ εἰδότος αὐτοῦ μηδὲ
κελεύοντος, ἐξέστω[…]τῶι ὀφλόντι τὴν δίκην παραδόντι
τὸ ἀνδράποδον τῶι καταδικασαμένωι ἐναντίον τῶν νομοφυλάκων ἀφεῖσθαι τῆς καταδίκης· ὁ δὲ παραλαβὼν τὸ ἀνδράποδον μαστιγωσάτω μὴ ἔλασσον ἑκατὸν πληγῶν καὶ
στιξάτω τὸ μέτωπον, ὡς τὰ διαγράμματα ἀγορεύει[…]
…αν αγε εἰς Ἀλεξάνδρειαν
ἀποδόσθω ἐπὶ ἐξαγωγῆιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.