no image
DDbDP-text
Sale of a green fodder crop to a priest of Soknopaios. A contract of sale drawn up at Nilopolis in the Arsinoite nome in AD 90, in which the brothers Papos and Mystharion, sons of Alkimos, acknowledge receiving 500 silver drachmas from Satabous, a priest of Soknopaios, as the price of a crop of green fodder from land they farm. They promise to raise no claims against him, and a scribe signs for them because they are illiterate. machine translation
Linked by Trismegistos ID
TM 11671.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος
Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς
Ἀρτεμισίου κη Φαμενὼθ κη ἐν Νιλουπόλει τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου
νομοῦ· ὁμολογοῦσιν Πάπος ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μετώπῳ μέσῳ καὶ
Μυσθαρίων ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ
δακτύλῳ πρώτῳ τῆς ἀριστερᾶς ἀμφότεροι
Ἀλκίμου Σαταβοῦτι Στοτουήτεος …[…]
ἱερέων θεοῦ μεγάλου μεγάλου Σοκνοπαίου ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν. ἀπέχειν παρʼ αὐτοῦ οἱ
ὁμολογοῦντες παραχρῆμα διὰ χειρὸς
ἀργυρίου δραχμὰς πεντακοσίας […]
αἱ εἴσιν τιμὴ χόρτου χλωροῦ ἀρουρ[…]
σχοινίων ἐνενήκοντα ἓξ […]ουχει ἀφʼ ὧν γεωργοῦμεν περὶ …[…]……ει Ψενύρεος …ν βεβαίωσις δὲ ἄνυσιν διὰ […]
σοῦ σπορᾶς τοῦ ἐνεστῶτος ἐνάτου ἔτους
Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ καὶ μὴ ἐπελθόντων οἱ ὁμολογοῦντες ἐπὶ τὸν Σαταβοῦν μήτε
τοὺς παρʼ αὐτοῦ περὶ ἧς ἀπέχουσι τιμῆς
καθὰ πρόκιται μηδὲ περὶ ἄλλου μηδένος ἁπλῶς πράγματος ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. ὑπογραφεῖς τῶν
μὲν ὁμολογούντων Χαιρήων Ἀμμωνίου ὡς ἐτῶν νϛ οὐλὴ ἀντικνημίῳ δεξιῷ τοῦ δʼ ἄλλου Πλούταρχος Πλουτάρχου ὡς ἐτῶν[…]οὐλὴ ἀντικνημίῳ δεξιῷ Πάπος καὶ Μυσθαρίων ἀμφότεροι Ἀλκίμου ὁμολογοῦμεν ἔχειν παρὰ Σαταβοῦτος
Στοτουήτεος τιμὴν χόρτου χλωροῦ κ[…]
τος βοῶν …ν…ρου…μεν ἀρουρ[…]
εἴσιν ἀργυρίου δραχμαὶ πεντακοσίαι …[…]
σπορας …ν[…]ους καὶ οὐδὲν
ἐνκαλοῦμεν καθὼς[…]…[…]ἔγραψεν ὑπὲρ αὐτῶν Χαιρήμων Ἀμμωνίου μὴ εἰδότων γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.