no image
DDbDP-text
Sale of grain-bearing land by Nechoutes to the priest Harsiesis. A Greek contract registered before the agoranomos at Pathyris recording the sale of grain-bearing dry land by Nechoutes, a Persian of the Epigone, to Harsiesis son of Schotes, priest of Souchos and Aphrodite. The price was paid in bronze talents and drachmas; the date is year 15 of Ptolemy X Alexander and Berenike, 1 November 100 BC. machine translation
Linked by Trismegistos ID
TM 116.
Each record below describes this same artifact or text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν
Φιλομητόρων ἔτους ιε ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Φαῶφι ιϛ
ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ἀπέδοτο Νεχούτης […]Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νδ μέσος μελίχρως μακροπρόσωπος εὐθύριν
οὐλὴ[…]ἀριστερῶι τὴν ὑπάρχουσαν αὐτῷ γῆν ἤπειρον σιτοφόρον τῆς οὔσης[…]ειτασαμ[…]
[…]ἐν Τεμραύθει[…] γείτονες νότου γῆ Πετεαρομένου βορρᾶ[…] Ψενεχούτου[…]
τοῦ Πετεαρσεμθέως, ἀπηλιώτου ἀμπελὼν τοῦ αὐτοῦ, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν
ἐπρίατο Ἁρσιῆσις Σχώτου ἱερεὺς Σούχου καὶ Ἀφροδίτης ὡς ἐτῶν με μέσος μελίχρως μακροπρόσωπος εὐθύριν
χαλκοῦ τάλαντα …[…]δραχμὰς τρισχιλίας ὀκτακοσίας . προπωλητὴς καὶ βεβαιωτὴς
τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Νεχούτης ὁ ἀποδόμενος ὃν ἐδέξατο Ἁρσιῆσις ὁ πριάμενος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.