no image
DDbDP-text
Sale of a share of grain land called Telon near Pathyris. Sale contract drawn up before the agoranomos at Pathyris in 108 BC. Pmois son of Thotortaios sells his share of grain land called Telon near Pathyris to five brothers, sons of Panobchounis, for 3 talents of bronze. machine translation
Linked by Trismegistos ID
TM 86.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους θ Μεχεὶρ κγ.
ἀπέδοτο Πμόις Θοτορταίου πέμπτον μέρος ἀπὸ
τετάρτου μέρους γῆς καλουμένης
Τέλωνος, ἐπρίατο
Πετεαρσεμθεῦς
καὶ οἱ ἀδελφοὶ ὄντες δ
τῶν Πανοβχούνιος χαλκοῦ ταλάντων γ.
[2]
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων
ἔτους θ, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου
θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου
καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων
καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου
καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς
θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης
Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι,
ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων
καὶ οὐσῶν μηνὸς Μεχεὶρ κγ ἐν Παθύρει ἐπὶ Σώσου ἀγορανόμου.
ἀπέδοτο Πμόις Θοτορταίου Πέρσης τῶν προσγράφων ὡς ἐτῶν μ μέσος μελίχρως
τετανὸς μακροπρόσωπος εὐθύριν τὴν ὑπάρχουσαν αὐτῷ πέμπτην μερίδα
ἀπὸ τετάρτης μερίδος τῆς ὅλης γῆς ἠπείρου σιτοφόρου ἐν τῷ περὶ Πάθυριν πεδίῳ ἄρουραν α δ
καὶ τοῦ ἐπιβάλλοντος χαλάσματος ἀπὸ ἀρουρῶν κε καλουμένης Τέλωνος, γείτονες τῆς
μερίδος νότου γῆ καὶ ἀμπελὼν Ταθώτιος, βορρᾶ γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν,
ἀπηλιώτου ἀμπελὼν Κάνωπος καὶ τῶν ἀδελφῶν, λιβὸς διῶρυξ χῶμα ἢ οἳ ἂν ὦσι ἐάν τι ἄλλο
χάλασμα μετὰ τὴν ἄρουραν α δ κυριεύσουσι
[3]
γείτονες πάντοθεν. ἐπρίατο Κοβαεθῆσις καὶ Πετεαρσεμθεῦς
καὶ Πετεσοῦχος καὶ Φαγῶνις καὶ Ψεννῆσις τῶν
Πανοβχούνιος χαλκοῦ ταλάντων γ. προπωλητὴς καὶ βεβαιωτὴς Πμόις ὁ ἀποδόμενος ὃν ἐδέξατο Πετεαρσεμθεῦς καὶ οἱ ἀδελφοὶ οἱ πριάμενοι.
Ἑρμίας ὁ παρὰ Σώσου κεχρημάτικα.
[… 6 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.