no image
DDbDP-text
Sale of grain land near Pathyris by the priest Petesouchos to Harsiesis. A Greek contract of sale drawn up before the agoranomos at Krokodilopolis in the Pathyrite nome. The priest Petesouchos son of Schotes sells dry grain land near Pathyris to Harsiesis son of Schotes, apparently his brother, for 1 talent of copper. machine translation
Linked by Trismegistos ID
TM 117.
Each record below describes this same artifact or text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν
Φιλομητόρων ἔτους ἑκκαιδεκάτου ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Χοιὰκ[…]ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς
ἄνω τοπαρχίας τοῦ Παθυρίτου.
ἀπέδοτο Πετεσοῦχος Σχώτου ἱερεὺς Σούχου καὶ Ἀφροδίτης ὡς ἐτῶν νδ ἐλάσσων μελίχρως
μακροπρόσωπος εὐθύριν ἀδύνατος ὄμμασι τὴν ὑπάρχουσαν αὐτῶι ἐν τῶι ἄνω πεδίωι
περὶ Πάθυριν γῆν ἤπειρον σιτοφόρον ἀρουρῶν […]ἧς γείτονες
νότουπλατεῖαὁδός, βορρᾶ[…]περίχωμα[…] προπεπρα…[…]
τω[…]ι ἀρουρ[…], λιβὸς ὄρος ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν.
ἐπρίατο Ἁρσιῆσις Σχώτου τῶν αὐτῶν ἱερέων ὡς ἐτῶν μζ μέσος μελίχρως μακροπρόσωπος εὐθύριν
ὦτα ἀφεστηκότα χαλκοῦ ταλάντου ἑνός . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ
τὴν ὠνὴν ταύτην Πετεσοῦχος ὁ ἀποδόμενος ὃν ἐδέξατο Ἁρσιῆσις
ὁ πριάμενος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.