no image
DDbDP-text
Sale of Land, at the Office of the Agoranomus via HGV-meta
Sale of 6 arouras of grain land at Krokodilopolis. A double contract of sale drawn up before the agoranomos Sosos at Krokodilopolis in the Pathyrite nome in 108 BC. Hermogenes son of Theon sells 6 arouras of grain land to Horos son of Nechouthes for 6 talents of bronze, with the boundaries of the plot and physical descriptions of both parties. machine translation
Linked by Trismegistos ID
TM 4.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους θ Παχὼν ιβ
ἀπέδοτο Ἑρμογένης
Θέωνος Ὥρωι
Νεχούθου γῆς
ἀρούρας ἓξ χαλκοῦ ταλάντων ϛ.
[2]
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἐνάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν
Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου
καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου,
ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαΐδι τῆς Θηβαΐδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ
οὐσῶν, μηνὸς
Παχὼν ιβ ἐν Κροκοδίλων πόλει ἐπὶ Σώσου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου.
ἀπέδοτο Ἑρμογένης Θέωνος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νε μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὐλὴ[…]
λευκῷ ὀφθαλμῶι ἀριστερῶι ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι γῆς ἠπείρου σιτοφόρου ἐν τῶι ἄνω πεδίωι Κροκοδίλων πόλεως Θηβαΐδος τοῦ Παθυρίτου νομοῦ πάντων ἐν ἀρούραις λδ ἀρούρας ἕξ , ὧν γείτονες νότου γῆ Ἀέους ἧς κρατοῦσιν οἱ Φιγήριος υἱοὶ, βορρᾶ γῆ
Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου γῆ Ἰσιδώρου
τοῦ Τεῶτος, λιβὸς γῆ Παχνούμιος τοῦ Πελαίου καὶ γῆ Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀδελφῶν, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος
Νεχούθου Πέρσης
τῆς ἐπιγονῆς ὡς ἐτῶν λϛ μέσος μελίχρως ὑποκλαστὸς ἀναφάλανθος μακροπρόσωπος εὐθύριν οὖς ἀριστερὸν τετρημένον, χαλκοῦ ταλάντων ἕξ .
προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν
πάντων Ἑρμογένης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Πανίσκος ὁ σὺν Σώσωι κεχρημάτικα.
Ἀπολλώνιος ὁ σὺν Νικομάχωι· κατατέθειται τὸ ἀντίγραφον ἐν τῆι βιβλιοθήκηι. ἔτους θ Παχὼν ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.