no image
DDbDP-text
Sale of half an aroura of grain land in the taenia of Pathyris. A sale contract drawn up before the agoranomos Hermias at Pathyris, in which Nechouthes son of Petearsemtheus sells half an aroura of grain land in the sandbank area called Telon to his neighbour Petearsemtheus son of Panebchounis for 1 talent 3,000 bronze drachmas. It dates to 89 BC under Ptolemy X Alexander and Cleopatra Berenike. machine translation
Linked by Trismegistos ID
TM 95.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
ἔτους κε Ἐπεὶφ κγ.
ἀπέδοτο Νεχούθης
Πετεαρσεμθέως
Πετεαρσεμθεῖ
Πανεβχούνιος
γῆν ἤπειρον σιτοφόρον ἀρούρας ἥμισυ
ἐν τῇ ταινίαι Παθύρεως.
[r,2]
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς θεῶν Φιλομητόρων Σωτήρων
ἔτους πέμπτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἐπεὶφ κγ ἐν Παθύρει
ἐφʼ Ἑρμίου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Νεχούθης Πετεαρσεμθέως Πέρσης τῆς ἐπιγονῆς
ὡς ἐτῶν με μέσος μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν ὦτα ἀφεστηκότα ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι τε καὶ τοῖς ἀδελφοῖς
γῆς ἠπείρου σιτοφόρου ἀδιαιρέτου ἐν τῆι ταινίαι Παθύρεως λεγομένης Τέλωνος ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῶι μέρους
ἀρούρας ἥμισυ , γείτονες ὅλης τῆς γῆς νότου γῆ Πετεαρσεμθέως τοῦ Πανεβχούνιος τοῦ ὠνουμένου, βορρᾶ γῆ Πβούχιος,
ἀπηλιώτου ἀμπελὼν Κανώπου καὶ τῶν ἀδελφῶν, λιβὸς περίχωμα ἢ οἳ ἐὰν ὦσιν γείτονες πάντων πάντοθεν.
ἐπρίατο Πετεαρσεμθεῦς Πανεβχούνιος χαλκοῦ ταλάντου α δραχμῶν Γ. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην
πάντων Νεχούθης ὁ ἀποδόμενος ὃν ἐδέξατο Πετεαρσεμθεῦς ὁ πριάμενος.
Ἑρμίας κεχρημάτικα
[v]
[… 1 line lost …]
ὠνὴ Πετεαρσεμθέως
τοῦ Πανεβχούνιος
πρὸς Νεχούθην Πετεαρσεμθέως
ἀρούρας ἥμισυ .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.