no image
DDbDP-text
Sale of one aroura of grain land at Themrauthis. A sale contract drawn up before the agoranomos Ammonios at Pathyris, in which Patous son of Pelaios sells one aroura of grain land at Themrauthis to Takoibis, acting with her guardian, for one talent of bronze. A short summary of the sale precedes the full contract, dated 17 February 97 BC. machine translation
Linked by Trismegistos ID
TM 244.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους ιζ Μεχεὶρ δ.
ἀπέδοτο Πατοῦς
Πελαίου ἄρουραν α
χαλκοῦ ταλάντου α, ἐπρίατο
Τακοῖβις Πατοῦτος.
[2]
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς
θεῶν Φιλομητόρων ἔτους ιζ ἐφʼ ἱερέων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν
μηνὸς Μεχεὶρ δ ἐν Παθύρει ἐπʼ Ἀμμωνίου ἀγορανόμου. ἀπέδοτο Πατοῦς Πελαίου Πέρσης
τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ εὐμεγέθης μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ ῥινὶ μέσῃ τὴν ὑπάρχουσαν
αὐτῶι γῆν ἤπειρον σιτοφόρον ἐν Θεμραύθει Παθύρεως ἣν ἠγόρασεν παρὰ Πετεαρσεμθέως τοῦ
Πανεβχούνιος καὶ Ψεννήσιος τούτου ἀδελφοῦ ἄρουραν μίαν , γείτονες τῆς ὅλης γῆς νότου
γῆ Πανεβχούνιος τοῦ Τεῶτος, ἀπηλιώτου ποταμός, λιβὸς γῆ τῶν ὄχλων ἢ οἳ ἂν ὦσι γείτονες
πάντοθεν. ἐπρίατο Τακοῖβις Πατοῦτος Περσίνη ὡς ἐτῶν λ μέση μελίχρως ὑπόκλαστος μακροπρόσωπος
εὐθύριν μετὰ κυρίου Πετεαρσεμθέως τοῦ Πακοίβιος ἱερέως Σούχου καὶ Ἀφροδίτης
χαλκοῦ νομίσματος ταλάντου ἑνός . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ
τὴν ὠνὴν ταύτην πάντων Πατοῦς ὁ ἀποδόμενος ὃν ἐδέξατο Τακοῖβις
ἡ πριαμένη.
Ἀμμώνιος κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.