no image
DDbDP-text
Ackerverkauf via HGV-meta
Sale of one aroura of grain land at Pathyris, with sales-tax receipt. A contract registered before the agoranomos's office at Pathyris, in which Patous son of Horos sells his one-aroura share of jointly held grain land to Pakoibis son of Patous for 2 bronze talents. A tax-farmer's receipt for the sales tax is appended, dated some five months later. machine translation
Linked by Trismegistos ID
TM 212.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων
ἔτους ιε ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανήφορου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θῶθ γ ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου
ἀπέδοτο Πατοῦς Ὥρου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύρριν ἀπὸ τῆς
ὑπαρχούσης αὐτῷ τε καὶ τοῖς ἀδελφοῖς γῆς ἠπείρου σιτοφόρου
ἐν τῇ ταινίᾳ Παθύρεως λεγομένης
Τέλωνος ἀδιαιρέτου τὸ ἐπιβάλλον αὐτῷ μέρος ἄρουραν μίαν γείτονες ὅλης τῆς γῆς νότου γῆ
Πατσεοῦτος τοῦ Φίβιος, βορρᾶ γῆ Πβούκιος, ἀπηλιώτου περίβολος τῶν ἀμπελώνων, λιβὸς ὁδὸς βασιλικὴ
ἢ οἵ ἂν ὦσι γείτονες παντόθεν, ἐπρίατο Πακοῖβις Πατοῦτος Πέρσης ὡς ἐτῶν λ χαλκοῦ ταλάντων δύο , προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ ὠνὴν ταύτην πάντων Πατοῦς ὁ ἀποδόμενος ὃν ἐδέξατο
Πακοῖβις ὁ πριάμενος
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα
[r,2]
ἔτους ιε Μεχεὶρ ιβ τέτακται εἰς τὴν δεκάτην ἐγκυκλίου διὰ Πανίσκου τελώνου
Πακοῖβις Πατοῦτος γῆς ἠπείρου σιτοφόρου ἐν τῆι ταινίᾳ Παθύρεως
λεγομένης Τέλωνος ἀρούρης α ἧς αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συγγραφῆς
ἣν ἠγόρασεν παρὰ Πατοῦτος Ὥρου χαλκοῦ ταλάντων δύο γίνεται τάλαντα β
τέλος δραχμὰς Ασ
Πανίσκος τελώνης δραχμὰς Ατξ
[v]
ὠνή Πακοίβιος
πρὸς Πατοῦν.
ὠναὶ …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.