no image
DDbDP-text
Cession of a share in a lease of temple grain land. A notarial contract from Pathyris in which Psenenoupis son of Portis cedes to Harsiesis, a priest of Souchos and Aphrodite, his share of a ten-year lease of temple grain land for the remaining four years, in return for 2 talents 3,300 bronze drachmas. It was registered by Hermias for the notary Paniskos in 100 BC. machine translation
Linked by Trismegistos ID
TM 114.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ιε Φαῶφι ιθ. ὁμολογεῖ Ψενενοῦπις Πόρτιτος Πέρσης ὡς ἐτῶν νε μέσος
μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν ὦτα ἀφεστηκότα Ἁρσιήσει Σχώτου
ἱερεῖ Σούχου καὶ Ἀφροδίτης, παρακεχωρηκέναι αὐτῶι Ἁρσιήσει τὸ ἐπιβάλλον αὐτῷ μέρος ἧς ἐμισθώσατο σὺν Πακοίβι Σχώτου καὶ τοῖς μετόχοις
γῆς σιτοφόρου λεγομένης Νεχθαραῦτι θεοῦ μεγάλου παρὰ τῶν
ἱερέων ἐτῶν δέκα εἰς τὰ ἐνλιπόντα αὐτῷ ἑτέρων, τεσσάρων
εἰς συμπλήρωσιν ἐτῶν πέντε , ὥστε γεωργῆσαι ἧς ἔθεντο μίσθωσιν
ἀπὸ τοῦ προκειμένου ἔτους οὗ καὶ συμπεπεῖσθαι αὐτῷ τῆς συγχωρηθείσης
τιμῆς χαλκοῦ ταλάντων δύο δραχμῶν τρισχιλίων τριακοσίων · καὶ μὴ
ἐπελεύσεσθαι μήτʼ αὐτὸν Ψενενοῦπιν ἐπὶ τὸν Ἁρσιῆσιν μήτʼ ἄλλον
μηδένα ὑπὲρ αὐτοῦ περὶ τοῦ διασαφουμένου μέρους γῆς τρόπῳ
μηδενί. εἰ δὲ μή, ἀποτεισάτω Ἁρσιήσει ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ε
καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρ, καὶ μηθὲν ἧσσον
κύρια εἶναι τὰ διωμολογημένα .
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.