no image
DDbDP-text
Lease of Public Land via HGV-meta
Lease of half of the Woodland of the God at Tebtynis. A lease from Tebtynis in which the six elders and the secretary of the public cultivators lease to Herakleides son of Didymos, a Persian of the Epigone, half of a woodland called 'of the God' and associated pasture for two years at 60 silver drachmas a year. It dates to 5 December AD 37, under Gaius (Caligula). machine translation
Linked by Trismegistos ID
TM 12123.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δευτέρου Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Περιτίου
θ Χοιὰχ θ ἐν Τεβτύνει τῆς Πολέμονος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσαν Ὧρος Ἁρμιύσιος Ὡρπαρήους ὡς ἐτῶν ξη οὐλὴ πήχει δεξιῷ καὶ Ὀρσενοῦφις
Ὡρουανχιοῦτος ὡς ἐτῶν νη οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ Ἁρμαεῖς Πετεσούχου ὡς ἐτῶν νε οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ καὶ Στοτουῆτις Κολλούθου ὡς ἐτῶν ν
οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς καὶ Αὐνῆς Τεφορσῶτος ὡς ἐτῶν λγ
οὐλὴ μετώπωι ἐξ ἀριστερῶν καὶ Ὀννῶφρις Κολλούθου ὡς ἐτῶν λε οὐλὴ
γόνατι δεξιῶι, οἱ ἓξ πρεσβύτεροι δημοσίων γεωργῶν τῆς αὐτῆς κώμης, καὶ Ἁρμιῦσις Ὀρσεῦτος, γραμματεὺς γεωργῶν, ὡς ἐτῶν νε οὐλὴ πήχει δεξιῶι, οἱ ἑπτὰ Ἡρακλείδῃ Διδύμου Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν ν οὐλὴ
ῥινὶ μέσῃ τὸ καθʼ ἥμισυ μέρος δρυμοῦ θεοῦ
λεγομένου, τὰ ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους, περὶ τὴν αὐτὴν κώμην Τεβτῦνιν, φλοὸς καὶ ἄρου καὶ κορσίων, καὶ Κανάβιος λεγομένου χερσονομῶν, εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Γαίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ· τοῦ δὲ ἄρου καὶ ὥσαι εἰς κατάβρωσιν χοιριδίων· φόρου τοῦ παντὸς κατʼ ἔτος ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς ἑξήκοντα
Ὧρος Ἁρμιύσιος Ὡρπαρήους καὶ Ὀρσενοῦφις Ὡρουανχιοῦτος
καὶ Ἁρμάεις Πετεσούχου καὶ Στοτουῆτις Κολλούθου καὶ
Αὐνῆς Τεφορσῶτος καὶ Ὀννῶφρις Κολλούθου, οἱ ἓξ
πρεσβύτεροι δημοσίων γεωργῶν, καὶ Ἁρμιῦσις γραμματεὺς γεωργῶν, οἱ ἑπτὰ τῶν αὐτῶν γεωργῶν ὁμολογοῦμεν μεμισθωκέναι Ἡρακλείδηι Διδύμου
κατὰ τὸ ἥμισον μέρος δρυμοῦ θεοῦ λεγομένου τὰ ἐκ
τοῦ πρὸς ἀπηλιώτου μέρους περὶ τὴν αὐτὴν κώμην
Τεβτῦνιν, φλοὸς καὶ ἄρου καὶ κορσίων, καὶ Κανάβιος λεγομένου χερσονομῶν, εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστ
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.