no image
DDbDP-text
Lease of land and vineyard by a father from his daughter at Tarrouthis. A lease in which the farmer Aurelius Apollos also called Phellos rents for five years from his own daughter Aurelia Eudoxia a half share of arable land and vineyard that her uncle, a priest of the 'mountain' of the Antaiopolites, had given her by written deed of gift. It was drawn up at Tarrouthis in the Antaiopolite nome in May 558. machine translation
Linked by Trismegistos ID
TM 22778.
Each record below describes this same artifact or text from a different angle.
[c]
† βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστινιανοῦ
τοῦ αἰωνίου Αὐγούστου
καὶ Αὐτοκράτορος ἔτους τριακοστοῦ δευτέρου, μετὰ τὴν ὑπατείαν
Φλαυΐου Βασιλείου τοῦ
ἐνδοξοτάτου ἔτους ἑπτακαιδεκάτου Παχὼν τρίτῃ καὶ δεκάτῃ ἀρχῇ ἑβδόμης ἰνδικτίονος.
Αὐρηλίᾳ Εὐδοξίᾳ θυγατρὶ Ἀπολλῶτος τοῦ καὶ Φελλῶτος ἀπὸ κώμης Ταρρούθεως τοῦ
Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Ἀπολλῶτος
τοῦ καὶ Φελλῶτος τοῦ καὶ προειρημένου σου
πατρὸς υἱοῦ Φοιβάμμωνος μητρὸς Μαρίας βραδέως ὑπογράφοντος γεωργοῦ
ἀπὸ τῆς αὐτῆς κώμης. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἀπολλὼς ὁ καὶ Φελλῶς
ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ πενταετῆ χρόνον λογιζόμενον
ἀπὸκαρπῶν τῆς παρούσης ἑβδόμης ἰνδικτίονος καὶ αὐτῆς τὸ δωρηθέν σοι τῇ προγεγραμμένῃ μου θυγατρὶ Εὐδοξίᾳ παρὰ τοῦ εὐλαβεστάτου
μου ὁμογνησίου ἀδελφοῦ …[…]
[b]
[…] πρεσβυτέρου τοῦ ὄρους τῆς Ἀνταιοπολιτῶν ἀπὸ τῆς προειρημένης κώμης
Ταρρούθεως κατʼ ἔγγραφον δωρεὰν γεγενημένην σοι πρώην παρʼ αὐτοῦ ἥμισυ
μέρος τῶν ἑξῆς δηλωθησομένων ἀρουρῶν ὅσων ἐστὶν ἔν τε σπορίμῃ γῇ καὶ ἀμπελῶνι
μετὰ πάντων κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων πραγμάτων ἀκολούθως
[…] τῆς αὐτῆς ἐγγράφου δωρεᾶς κατὰ τὴν ὑποτεταγμένην διήγησιν
…[…]
[…]ς ἀρουρῶν ὅσων ἐστὶν οὔσης ἐκ λιβὸς τῆς ἐκεῖσε ὅδου καὶ ἐξ ἀπηλιώτου χωρίου ἀμπελικοῦ ἐμοῦ τε προγεγραμμένου Ἀπολλῶτος τοῦ καὶ Φελλῶτος καὶ τῆς
προγεγραμμένης Εὐδοξίας τῆς ἐμῆς θυγατρὸς τὴν βορινὴν τούτων μερίδα
ἀρουρῶν ὅσων ἐστὶν τοῦτʼ ἔστιν ἀπὸ τοῦ βορινοῦ τούτων ἄκρου εἰς νότον μέχρι
τοῦ ἑτέρου ἡμίσεως τούτων μέρους καὶ ἀπὸ τοῦ ἀπηλιωτικοῦ τούτων ἄκρου
εἰς λίβα μέχρι τοῦ λιβικοῦ τούτων ἄκρου καὶ ἥμισυ μέρος τῆς χερσαμπέλου
ἀρουρῶν ὅσων ἐστὶν τῆς οὔσης ἐξ ἀπηλιώτου τῆς αὐτῆς ὅδου τοῦτʼ ἔστιν τὴν
[…]αὐτῆς μερίδα ἀρουρῶν ὅσων ἐστίνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.