no image
DDbDP-text
Lease of 3 arouras of arable land near Thynis for one year. A one-year lease in which the farmer Aurelius Iosephios son of Paulos rents 3 arouras of arable land near the village of Thynis from Aurelius Danielios, also a farmer of Hermopolis, for a rent of 15 artabas of wheat payable in Epeiph. It was drawn up at Hermopolis in September 633. machine translation
Linked by Trismegistos ID
TM 22784.
Each record below describes this same artifact or text from a different angle.
[r]
† ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ
καὶ ὁμοουσίου τριάδος πατρὸς
καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
βασιλείας τῶν θειοτάτων
καὶ γαληνοτάτων καὶ θεοστεφῶν ἡμῶν δεσποτῶν Φλαυίων
Ἡρακλείου καὶ Ἡρακλείου
Νέου Κωνσταντίνου τῶν
αἰωνΐων Αὐγούστων Αὐτοκρατόρων
καὶ μεγίστων εὐεργετῶν
ἔτους εἰκοστοῦ τρίτου Θὼθ
δεκάτῃ ἑβδόμης ἰνδικτίονος. †
† Αὐρηλίῳ Δανιηλίῳ γεωργῷ
υἱῷ τοῦ μακαρίτου Χριστοδώρου
ἀπὸ τῆς Ἑρμουπολιτῶν † παρὰ Αὐρηλίου Ἰωσηφίου
υἱοῦ Παύλου ἐκ μητρὸς
Μάρθας γεωργοῦ ἀπὸ τῆς
αὐτῆς Ἑρμουπολιτῶν. ὁμολογῶ ἑκουσίως
καὶ αὐθαιρέτως μεμισθῶσθαι
παρὰ σοῦ πρὸς μόνον ἐνιαυτὸν
ἤτοι καρπῶν τῆς σὺν θεῷ
εἰσιούσης ὀγδόης ἰνδικτίονος καὶ μόνης
τὰς διαφερούσας σοι ἀρούρας
τρεῖς σπορίμης γῆς πεπληρωμένων
τῶν ἑξήκοντα τεσσάρων ἁμμάτων
τῷ δικαίῳ σχοινίῳ ἑκάστης
ἀρούρης διακειμένας ἐν γεωργίῳ
λεγομένῳ Τβῶτε ἐν πεδιάδι
κώμης Θύνεως καὶ ὑπὸ τὴν
ταύτης παραφυλακὴν τοῦ
Ἑρμουπολίτου νομοῦ μετὰ τοῦ μέρους
αὐτῶν τοῦ ἐκεῖσε λάκκου καὶ
κυκλευτηρίου καὶ βουστασίου
καὶ παντὸς δικαίου εἰς σπορὰν
καὶ κατάθεσιν καρπῶν
ὧν ἐὰν αἱρῶμαι φόρου σίτου
ἀρταβῶν δεκαπέντε γίνονται σίτου ἀρτάβαι ιε
ὅνπερ φόρον νέον καλὸν
καθαρὸν κεκοσκινευμένον
μέτρῳ σῷ Ἀθηναίῳ ἀποδώσω καὶ ἀποκαταστήσω
σοι εἰς τὸν οἶκόν σου ἐν Ἑρμουπόλει
ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι
ἐν τῷ Ἐπεὶφ μηνὶ τῆς αὐτῆς
ἰνδικτίονος. ἡ μίσθωσις κυρία καὶ βεβαία
καὶ ἐπερωτηθεὶς ὡμολόγησα. † Αὐρήλιος
Ἰωσήφιος υἱὸς Παύλου[…]
[… ? lines lost …]
† αν … ορ … Ἰωσηφίου υἱοῦ Παύλου γεωργοῦ ἀπὸ ευφ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.