no image
DDbDP-text
Pachtung von Feldern via HGV-meta
Lease of five arouras of wheat land near Thynis from a Hermopolite councillor. A lease offer from four men of Hermopolis to the town councillor Aurelius Hermeias alias Silvanus, renting five arouras of his land near Thynis for one year to sow with wheat at a rent of 4 artabas per aroura. The landowner keeps responsibility for all taxes, and he signs his acceptance. Dated 25 October 320 at Hermopolis. machine translation
Linked by Trismegistos ID
TM 22336.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαυίου Οὐαλερίου
Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ Ἐπιφανεστάτου Καίσαρος.
Αὐρηλίῳ Ἑρμείᾳ τῷ καὶ Σιλουανῷ ὈλυμπίουβουλευτῇἙρμοῦ πόλεως
παρὰ Αὐρηλίων Ἁλῆτος Ὡρίωνος μητρὸς Ἰσιδώρας
καὶ Πινουτίωνος Πιεῦτος μητρὸς Σοφίας
καὶ[…]ος Ἀμμωνίου μητρὸς Τανύριος
καὶ Ἀμώνιος Πιεῦτος διʼ ἡμῶν τῶν
παρόντων Ἁλῆτος καὶ Πινουτίωνος τῶν
πάντων ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης.
βουλόμεθα ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ πρὸς μόνην θ ἰνδικτίωνα
τὰς ὑπαρχούσας σοι περὶ Θύνιν ἐκ τοῦ Ἀσκληπιάδου κλήρου ἀρούρας πέντε εἰς σπορὰν
πυροῦ, φόρου ἑκάστης ἀρούρης τῆς ἐν
σπόρῳ ἐκ γεωμετρίας φανησομένης
πυροῦ ἀρταβῶν τεσσάρων, τὸν δὲ συναγόμενον φόρον ἀποδώσομεν καὶ μετρήσομεν ἐξ ἀλληλεγγύης ἢ ἐξ οὗ ἐὰν αἱρῇ ἡμῶν
εἰς ἔκτισιν τῶν αὐτῶν ἀρταβῶν τεσσάρων
πυρὸν νέον κεκαθαρμένον ἄδολον ἄβολον
κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ
ἐφʼ ἁλώνων μητροπόλεως τῶν δημοσίων
πάντων καὶ ἐπιμερισμῶν παντοίων
καὶ ἐπιβολῶν καὶ ἀννωνῶν ὄντων πρὸς σὲ
τὸν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν.
ὑπατείας τῆς προκειμένης Φαῶφι κη.
Αὐρήλιος Ἑρμείας ὁ καὶ Σιλβανὸς μεμίσθωκα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.