no image
DDbDP-text
Letter to a magnate complaining about his insolent farmer Josephios. A 7th-century Byzantine letter, apparently from a pagarch or official, to a magnate addressed as a fatherly lord, complaining that the addressee's farmer Josephios insulted him before the addressee's son. The writer promises to visit next day and return whatever (including livestock) had been demanded of the addressee's farmers, and asks him to rein in Josephios. machine translation
Linked by Trismegistos ID
TM 39590.
Each record below describes this same artifact or text from a different angle.
† τὰ γραφέντα παρὰ τῆς ὑμετέρας μεγαλοπρεποῦς καὶ
θεοφυλάκτου πατρικῆς δεσποτείας ἐδεξάμην καὶ καὶ ἂν μὴ
γράψω ἐπίσταται ὅτι ὥσπερ θέλω ἐμαυτὸν ἀποθεραπεῦσαι
οὕτως καὶ τοὺς μεγαλοπρεπεστάτους καὶ θεοφυλάκτους
ὑμᾶς ἐν ἅπασι θέλω ἀποθεραπεῦσαι, ἀλλά τινα εἶπεν
ὁ υἱὸς ὑμῶν ὁ ἀδελφός μου ὅτι εἶπεν εἰς ὄψιν αὐτοῦ
Ἰωσήφιος ὁ ὑμέτερος γεωργὸς ἃ οὐ δύναται εἶπειν
ἐπὶ τῶν δούλων ὑμῶν καὶ ὄντως ἐθαύμασα·
ἐπίστασθε γὰρ καὶ ἂν μὴ γράψω ὅτι χρεία ἐστὶν τιμηθῆναι
τοὺς παγάρχας ἐξαιρέτως ἐν τοῖς τόποις. πλὴν
ἵνα μὴ πολλοῖς χρήσωμαι λόγοις θεοῦ κελεύοντος
αὔριονἀπέρχομαι εἰς προσκύνησιν ὑμῶν μετὰ τοῦ
εἰρημένου μου ἀδελφοῦ καὶ εἴ τι ἠπαιτήθησαν
οἱ γεωργοὶ ὑμῶν καὶ ἄν τε πρόβατα καὶ ἄν τε μῆλα[…]
ἀναδιδοῦμεν ὑμῖν ἐνταῦθα. ἀλλὰ καὶ ὑμεῖς δεσπόται
ὀφείλατε γράψαι τῷ αὐτῷ ὑμῶν γεωργῷ Ἰωσηφίῳ
ἵνα μὴ τοῦ λοιποῦ παρεξέλθῃ τοῦ σκοποῦ ὑμῶν·
πεπληροφόρημαι γὰρ σαφῶς ὅτι οὐ θέλετε αὐτὸν
εἶναι ἐπὶ τοσοῦτον ἀνεγκέφαλον. ἐὰν γὰρ οὕτως
ἐπιμείνῃ ἑαυτὸν βλάπτει. πλὴν δὲ δεσπότα
ὡς προέγραψα ἐὰν στράφωσιν τὰ σύνπαντα
τι ποτὲ τῶν λυπούντων τοὺς θεοφυλάκτους καὶ
μεγαλοπρεπεστάτους ὑμᾶς οὐ γίνεται. ἀλλʼ ἅπαντα
ὅσα ἠπαιτήθησαν οἱ γεωργοὶ ὑμῶν ἀναδίδομεν
ὑμῖν ἐνταῦθα πίστει τοῦ ὑμετέρου συμμάχου
διὰ τοῦ γράμματος ὡς προηρη…[…]…η…ιως. ἀσπάζομαι
τὴν ὑμετέραν μεγαλοπρεπῆ καὶ θεοφύλακτον
πατρικὴν δεσποτείαν †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.