no image
DDbDP-text
Surety for a registered field guard given to Flavius Apion. A surety contract from Oxyrhynchus dated 28 July 568, in which Georgios, a deacon and registered farmer on an estate of the great landowner Flavius Apion, guarantees that Aurelius Onnophris, a registered field guard, will stay on Apion's estate and behave properly. The end of the text is lost. machine translation
Linked by Trismegistos ID
TM 22685.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου
Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους γ Μεσορὴ δ
ἰνδικτίονος … ἀρχῇ β ἐν Ὀξυρύγχων πόλει. †
Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων
ὀρδιναρίων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν
πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ
δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν Γεώργιος
διάκονος υἱὸς Ἄπα Ὥρου γενομένου καὶ αὐτοῦ διακόνου μητρὸς Σαρᾶς ὁρμώμενος
ἀπὸ κτήματος Μεσκανούνιος τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμῶν
ὑπερφυίᾳ ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ
καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι
καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμῶν ὑπερφυίᾳ διὰ τῶν αὐτῇ προσηκόντων
Αὐρήλιον Ὀννῶφριν υἱὸν Σολομῶνος μητρὸς …ε…ω ὁρμώμενον ἀπὸ ἐποικίου.
Μεγάλου Χωρίου τοῦ αὐτοῦ νομοῦ καὶ αὐτὸν ἐναπόγραφον αὐτῆς ἀγροφύλακα
ἐφʼ ᾧ τε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτοῦ κτήματι
μετὰ πάσης ἡσυχίας καὶ πρεπούσης καταστάσεως καὶ ἀποκρινόμενον εἰς
ἅπαντα τὰ ὁρῶντα τὸ αὐτοῦ πρόσωπον ἤτοι τὴν τοῦ ἐναπογράφου τύχην καὶ
[… ? lines lost …]
[v]
ἐγγύη γενομένη παρὰ Γεωργίου διακόνου υἱοῦ Ἄπα ὭρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.