Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.5.1717

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὁμολογῶ ἐγὼ ἡ προ γεγραμμένη ια μετὰ συναινέσεως τῶν προγεγραμμένων της Καλοτύχου καὶ Θεοδοσίας ἑκοῦσα καὶ πεπεισμένη ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ οἱασδήποτε συναρπαγῆς τε καὶ περιγραφῆς πάσης ἀπεσχηκέναι καὶ ἀπειληφέναι καὶ πεπληρῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος τὰ προγεγραμμένα νομίσματα παρὰ κεράτια τῆς ἀπαλλαγῆς καὶ τελείας ἀποδόσεωςι ὑπέρ τε ἐμοῦ καὶ τοῦ αὐτοῦ μου υἱοῦ δυνάμει τῆς γεγενημένης μεταξὺ ἡμῶν συγγραφῆς καὶ ἐκ τούτου μηδένα λόγον ἔχειν μήτε ἕξειν μὴ ἐμὲ μὴ τοὺς κληρονόμους ἐμοὺς μὴ διαδόχους μὴ διακατόχους πρὸς σὲ καὶ κληρονόμους σοὺς καὶ διαδόχους καὶ διακατόχους μήτε περὶ τῆς προειρημένης γεναμένης μεταξὺ ἡμῶν συγγραφῆς ὑπὲρ τοῦ προειρημένου μου υἱοῦ μήτε περὶ οἱουδήποτε πράγματος τὸ σύνολον μικροῦ ἢ μεγάλου, ἐγγράφου ἢ ἀγράφου, ἀκρίτου ἢ κεκριμένου, νοηθέντος ἢ μὴ νοηθέντος εἰς νοῦν, ἐλθόντος ἢ μὴ ἐλθόντος, γυμνασθέντος ἢ μὴ γυμνασθέντος, σιωπηθέντος ἢ μὴ σιωπηθέντος, λεχθέντος ἢ μὴ λεχθέντος, ἀχθέντος ἢ μὴ ἀχθέντος, καὶ μὴ ἐγκαλεῖν σοι πώποτε μὴτε ἐγκαλέσειν μήτε ἐν δικαστηρίῳ ἢ ἐπιχωρίῳ ἢ ἐν ὑπερορίῳ μήτε ἐκτὸς δικαστηρίου μὴ διʼ ἐμοῦ μὴ διʼ ἐντολέως, μὴ διὰ παρενθέτου προσώπου ταύτης ἕνεκεν τῆς αἰτίας διὰ τὸ ἐμὲ ἀπηλλάχθαι καὶ διαλελύσθαι πρὸς σὲ καὶ πρὸς τὴν σὴν ἐντελεστέραν ἀσφάλειαν ἐπωμοσάμην τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκου δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἐμμένειν πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ κατὰ μηδὲν πώποτε παραβῆναι, εἰ δέ ποτε καιρῷ ἢ χρόνῳ συμβαίη μοι παραβῆναι τὰ ἐγγεγραμμένα καὶ ὑπεναντίον ταύτης τῆς διαλύσεως ἐλθεῖν ἐφʼ ᾧ ἐμὲ παρασχεῖν καὶ ἔχεινκαιειν σοι λόγῳ τῆς τοιαύτης παραβάσεως χρυσοῦ νομίσματα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα καὶ μηδὲν ἧττον ἀρραγῆ καὶ ἀσάλευτον μένειν ταύτην τὴν διάλυσιν διὰ παντὸς ἥνπερ σοι ἐθέμην πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν πανταχοῦ προφερομένην ὑποθεμένῃ τῇ σῇ θαυμασιότητι εἰς πάντα τὰ προγεγραμμένα καὶ εἰς τὴν ἀπαίτησιν τοῦ προστίμου εἰ οὕτω συμβαίη πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα κινητὰ καὶ ἀκίνητα ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ εἰς τὰ ἐγγεγραμμένα πάντα ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρηλία ια θυγάτηρ Καλοτύχου ? ἡ προγεγραμμένη ἐθέμην ταύτην τὴν διάλυσιν καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Καλότυχος Στεφάνου ε καὶ Θεοδοσία θυγάτηρ Ἰωάννου οἱ προγεγραμμένοι ν θυγατρὶ Θεου των

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.