no image
DDbDP-text
Sale. House property via HGV-meta
Linked by Trismegistos ID
TM 36931.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
[… ? lines lost …]
[…]αὐθαιρέτῳ βουλήσει καὶ ἀδόλῳ προαιρέσει[…]
[…]ἑκοῦσα καὶ πεπεισμένη παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ[…]
[… ? lines lost …]
[…]……στεγη[…]
τῆς οἰκίας ……[…]τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ
συναρεσάσης χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων παρὰ κεράτια[…]
[… ? lines lost …]
ἐδεξάμην ἀπὸ χειρὸς εἰς χεῖρας ἐξ οἴκου σου ἀριθμῷ καὶ σταθμῷ πλήρη πέπρακά σοι
σήμερον τὸ προκείμενον πέμπτον μέρος οἰκίας καὶ καταγεγράφηκα καὶ παραδέδωκα
σοι τὴν ……… καὶ τὴν δεσποτείαν ἀναφαίρετον καὶ ἀναμφισβήτητον καὶ πᾶσαν αὐτοτελῆ
ἐξουσίαν ἐπὶ τὸ διηνεκὲς ὡς προδεδήλωται ὥστε σὲ τὸν ὠνούμενον καὶ κληρονόμους σοὺς καὶ
διαδόχους καὶ διακατόχους τούτου κρατεῖν καὶ κυριεύειν καὶ τὴν πᾶσαν δεσποτείαν ἔχειν καὶ
μεταπωλεῖν, χαρίσασθαι, ἐκμισθοῦν, ἐνοικιάζειν, καταλλάττειν, κατατίθεσθαι
ἐπὶ κληρονόμους διαδόχους ἢ διακατόχους ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον ἐξουσίας
μοι οὐκ οὔσης τῇ πεπρακύιᾳ μήτε τοῖς ἐμοῖς κληρονόμοις οἰκείοις τε καὶ ξένοις
ἐνάγειν σοι ἢ ἐγκαλεῖν σοι ἢ ὅλως ἐπελεύσασθαί σοι τούτου ἕνεκεν τοῦ προκειμένου πέμπτου
μέρουςἢπερὶ ἄλλου οἱουδήποτε καὶ τόν σοι ἐπελευσόμενον. ἐγὼ αὐτὴ ἡ πεπρακυῖα
ἰδίοις μου ἀναλώμασιν ἀποσοβήσω καὶ καθαροποιήσω σοι ταύτην τὴν πρᾶσιν
ἐν παντὶ καιρῷ καὶ χρόνῳ καὶ τὴν κράτησιν φυλάττειν σοι διὰ παντὸς ἢ ἐπιγνῶναί σοι
τιμὴν τὴν προγεγραμμένην ἐν διπλῷ καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα εἴς τε βελτίωσιν καὶ
εἰς δίκην καὶ πρὸς ἀσφάλειαν σὴν ἐθέμην τὴν πρᾶσιν κυρίαν καὶ βεβαίαν καὶ ἐπερωτηθεῖσαὡμολόγησα.
☧ Αὐρηλία Ταρσε ἡ προκειμένη ἐθέμην τὴν πρᾶσιν τοῦ πέμπτου μέρους οἰκίας παρειληφυῖα παρὰ σοῦ τὸ τέλος καὶ τίμημα ἐν χρυσοῦ νομισματίοις τρίσιν καὶ
βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται.
Φλαύιος Βίκτωρ Ἰωάννου στρατιώτης ἀριθμοῦ Βαῦ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς παρούσης
καὶ εἰπούσης μοι γράμματα μὴ εἰδυίας. ☧ Φλαύιος Ἰακὼβ Ἰωάννου Φαρανίτης ἀριθμοῦ Βαῦ
ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς παρούσης καὶ εἰπούσης μοι γράμματα μὴ εἰδυίας.
Φλαύιος … ἀριθμοῦ Βαῦ μαρτυρῶ τῇ πράσει ἀκούσας
παρὰ τῆς θεμένης. † ……ou……… ἀριθμοῦ Βαῦ
μαρτυρῶ.
☧ διʼ ἐμοῦ Θεοδοσίου Ἀπολλωνίου νομικοῦ Βαῦ ἐγράφη. ☧
[Fr]
[…]τὸ πέμπτον μέρος τῆς ὁλοκλήρου οἰκίας τῆς […]
[…]Τριάδος καὶ τοῦ ……[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.