no image
DDbDP-text
Linked by Trismegistos ID
TM 1579.
Each record below describes this same artifact or text from a different angle.
ὑπόμνημα παρʼ Ἡρακλεώτου Ζήνωνι Νέστωι τοῖς ἡιρημένοις ἐπιτρόποις μου. δέδωκα μὲν ὑμῖν καὶ πρότερον υπομνη ὑπόμνημα ἀξιῶν περὶ τοῦ ὀργάνου τοῦ καταλειφθέντος μοι κατὰ διαθήκην ὑπὸ Δημέου τοῦ διδασκάλου μου ἡνί κα ἀπώλετο ἔνδοθεν εὑρόντας ἀποδοῦναί μοι αὐτὸ ἢ ἕτερονἕτερομ μὴ χεῖρον δοῦ ναί μοι ἐν ὧι μελετῶν ἀγωνιοῦμαι ἵνα μὴ πολλῶν καθυστερῶ παρὰ τὸ ἀμελέ τητος εἶναι, καὶ ἄλλο ὑπόμνημα περὶ τοῦ ὀργάνου ἀξιῶν ὑμᾶς ἐπειδὴ Ἱέρων ὡμο λόγει ἔχειν ἐνέχυρον τὸ ἀπολόμενον ὄργανον ἔνδοθεν πρὸς δραχμὰς ἑκατὸν καὶ πέντε κομισα μένους ἀποδοῦναί μοι αὐτὸ ἢ ἕτερον μηθὲν ἐκείνου χεῖρον ἀγοράσαι καὶ δοῦναί μοι ὅπως ἔχω μελετῶν ἀγωνίζεσθαι καὶ μὴ πολλῶν καθυστερῶ ἀμελέτητος ὤν, ὑμεῖς οὐθὲν πεφροντίκατε περὶ τούτων. δέδωκά θʼ ὑμῖν τρίτον ἄλλο ὑπόμνημα ἀξιῶν ἐπειδὴ Δημέας ὁ διδάσκαλός μου κατέλιπένκατέλιπέμ μοι κατὰ διαθήκην ἀνατρέφεσθαί με ἔχοντα τὰ δέοντα πάντα ὅσα εἰς ἄθλησιν τῆς κιθαρωιδικῆς τέχνης προσῆκεν ἐλευ θέρωι ἕως τοῦ εἰς ἀγῶνα εἰσελθεῖν· ὑμεῖς δὲ παρέχετέ μοι εἰς κρέα ἑκάστου μηνὸς δρα χμὰς τρεῖς τετρώβολον ἡμιωβέλιον, εἰς δʼ ἔλαιον δραχμὰς τρεῖς χαλκοῦς τρεῖς, εἰς ὄψον δραχμὰς δύο ἡμιωβέλιον οἴνου χόας ἑπτὰ ἥμισυἥμυσυ, φάμενος οὐχ ἱκανὰ ταῦτʼ εἶναί μοι εἰς ἄθλησιν, ἄλλʼ ἀξιῶν ὑμᾶς Δημέου θʼ ἕνεκεν καὶ τοῦ καλῶς ἔχοντος δίδοσθαί μοι κα θʼ ἕκαστονἕκαστομ μῆνα εἰς μὲν κρέα δραχμὰς ἑπτὰ τρεῖς ὀβολοὺς εἰς δʼ ἔλαιον δραχμὰς ἓξ χαλκοῦς ἓξ εἰς δʼ ὄψον δραχμὰς ἑπτὰ τρεῖς ὀβολοὺς οἴνου χόας δεκαπέντε ὕμεῖς οὐθένοὐθέμ μοι τῶν κατὰ τὰ ὑπομνήματα πεποιήκατε. ἀξιῶ οὖν ὑμᾶς ἔτι καὶ νῦν τὸ τʼ ὄργανόνὄργαμόμ μοι ἀποδοθῆναι τὸ ἐμὸν ὅ φησιν Ἱέρων ἔχειν τὸ καταλειφθένκαταλειφθέμ μοι κατὰ διαθήκην ἢ ἕτε ρονἕτερομ μηθὲν ἐκείνου χεῖρον ἀγορασθῆναι καὶ δοθῆναί μοι ὅπως μελετῶν ἀγωνίζωμαι καὶ μὴ παρὰ ταύτην τὴν αἰτίαν πολλῶν καθυστερῶ παρὰ τὸ μὴ ἔχειν ὄργανον, καὶ τὰ δέοντα παρέχεινπαρέχειμ μοι ὅσασα διὰ τοῦ ὑπομνήματος γράφω πρὸς ὑμᾶς καθότι καὶ ἡ διαθήκη προσ τάσσει παρέχεινπαρέχειμ μοι τὰ δέοντα πάντα ὅσα εἰς ἄθλησιν τῆς κιθαρωιδικῆς τέχνης προσήκει ἐλευθέρωι ἕως ἂν οὗ εἰς ἀγῶνα εἰσέλθω. εἰ δὲ μὴ ταῦθʼ αἱρετὸν ὑμῖν ἐστιν παρέχεινπαρέχειμ μοι ἀξιῶ ὑμᾶς ἀποδοῦ ναί μοι τὰ γινόμενα εἰς ἔτη δύο τὴν κατὰ μῆνα γινομένην τιμὴν εἰς ἔτη δύο ὅπως ἂν ἐμαυτοῦ ἐπιμεληθεὶς καὶ τυχὼν ἐπιστάτου εἰσέλθω εἰς τοὺς ἀγῶνας οὓς ὁ βασιλεὺς προτίθησιν καὶ μὴ καταφθαρῶ ἐνταῦθα, δυνατὸς ὦ δʼ ἐμαυτῶι βοηθῆσαι. ἔρρωσθε. ἔτους ϛ, μηνὸςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.