no image
DDbDP-text
ἔτους β Αὐτοκράτορος Καίσαρος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι δ κ Ἡρακλείδου μερίδος Λεωνίδῃ καὶ Ἑρμογείτονι γραμματεῦσι μητροπόλεως παρὰ Κολλούθου τοῦ Ἥρωνος μητρὸς Σαραποῦτος καὶ τῆς τούτου γυναικὸς Σατυροῦ τος τῆς Ἥρωνος μετὰ κυρίου ἐμοῦ τοῦ ἀνδρὸς τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Βιθυνῶν ἸσίωνοςἹέρωνοσ ἀπογραφόμεθα τοὺς γεννηθέντας ἡμῖνἡμεῖν μετὰ τὴν τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ κατʼ οἰκίαν ἀπογραφὴν ἐξ ἀλλήλων υἱοὺς τῷ μὲν κ ἔτει θεοῦ Ἁδριανοῦ Ἀμμώνι ον ὃς ἐστιν εἰς τὸ β ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐτῶν τεσσάρων καὶ τῷ α ἔτει ὁμοίως ἕτερον υἱὸν Σωτήριχον, ὅς ἐστιν εἰς τὸ β ἔτος ἐτῶν δύο · διὸ ἐπιδίδομεν τὸ τῆς ἐπιγεννήσεως ὑπόμνημα. Κολλοῦθος ἐτῶν λ ἄσημος Σατυροῦς ἐτῶν κ ἄσημος ἐπιδεδώκαμεν τὸ τῆς ἐπιγενήσεως ὑπόμνημα, καθὼς πρόκειται. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς κδSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.