no image
DDbDP-text
Power of Attorney via HGV-meta
Power of attorney for a freedman to petition the prefect in Alexandria. A contract appointing a representative, drawn up at Oxyrhynchus on 7 August 161. Three former gymnasiarchs, two of them brothers and former high priests of the imperial cult, authorize a freedman named Sarapion to travel to Alexandria and petition the prefect Volusius Maecianus on their behalf, as the harvest keeps them at home. machine translation
Linked by Trismegistos ID
TM 21296.
Each record below describes this same artifact or text from a different angle.
…μωλ τούτου τὸ ἴσον ἐγδοθήτω.
ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ
καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου
Αὐρηλίου Οὐήρου Σεβαστοῦ μηνὸς Καισαρείου
ιδ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος.
ὁμολογοῦσι Σαραπίων καὶ Εὐδαίμων
ἀμφότεροι Σαραπίωνος τοῦ Ἀμμωνίου
μητρὸς Νικαρίου καὶ ὁ τούτων ἀνεψιὸς
Ἀμμώνιος Παυσανίου τοῦ Ἀμμωνίου
μητρὸς Ἐμσιουήσιος οἱ τρεῖς γεγυμνασιαρχηκότες τῆς Ὀξυρυγχειτῶν πόλεως οἱ δὲ ἕτεροι αὐτῶν Σαραπίων
καὶ Εὐδαίμων γενόμενοι ἀρχιερεῖς
τῶν κυρίων Σεβαστῶν καὶ θεῶν
ἁπάντων Σαραπίωνι ἀπελευθέρῳ
Σαραπίωνος Σαραπίωνος τοῦ Φανίου
θέσει Κλεουχάρους ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυϊᾷ, οὐ δυνάμενοι οἱ ὁμολογοῦντες ἐπὶ τοῦ παρόντος καταπλεῦσαι εἰς Ἀλεξάνδρειαν διὰ τὴν
νῦν ἐπιοῦσαν συνκομιδὴν καὶ ἑτέρων βιωτικῶν περισπασμῶν
χάριν συνεστακέναι αὐτοὺς
κατὰ τήνδε τὴν ὁμολογίαν τὸν
προγεγραμμένον Σαραπίωνα ἀπελεύθερον Σαραπίωνος καταπλεύσοντα εἰς Ἀλεξάνδρειαν καὶ ἐντευξόμενον τῷ λαμπροτάτῳ ἡγεμόνι Οὐολουσίῳ Μαικιανῷ ἢ καὶ
ᾧ ἐὰν αὐτὸς δοκιμάσῃ ἑτέρῳ
κρίτῃ περὶ τοῦ ἀχθέντος τῷ αὐτῷ
λαμπροτάτῳ ἡγεμόνι τῷ ἔναγχος γενομένῳ διαλογισμῷ τοῦ
νομοῦ εἴδους […]…νεν
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.