no image
DDbDP-text
Hypomnema an den Epistrategen L. Trebius Proculus (Vindikation von bona materna) via HGV-meta
Linked by Trismegistos ID
TM 11962.
Each record below describes this same artifact or text from a different angle.
Λουκίωι Τρεβίωι Πρόκλωι τῶι κρατίστωι ἐπιστρατήγωι
παρὰ Φιλίππου καὶ Χαριτίου ἀμφοτέρων Ἀφροδισίου τοῦ Φιλίππου κατοίκου
τῶν ἐν τῷ Ἀρσινοΐτῃ ἀνδρῶν Ἑλλήνων Ϛυοε, τῆς δὲ Χαριτίου μετὰ κυρίου ἐμοῦ τοῦ
Φιλίππου. ἡ ἀμφοτέρων μήτηρ Διδυμάριον ἐτελεύτησεν ἔτι ἀπὸ […]ἔτους
θεοῦ Ἁδριανοῦ ἐπὶ κληρονόμοις ἡμῖν τότε ἀφήλιξι, κατὰ δὲ τοὺς νόμους ἐλάχομεν
τὰ ὑπάρχοντα καὶ οἰκόπεδα καὶ δουλικὰ σώματα τέσσερα καὶ τὰ τούτων ἔγγονα καὶ ἀπόθετα ἅπαντα. ὁ δὲ προγεγραμμένος ἡμῶν πατὴρ Ἀφροδίσιος πάντων ἀντεφαπτόμενος, ὕστερον, ἐπεὶ συνῆλθεν Σαραπιάδι τῇ καὶ Ἀθηναρίῳ, καὶ ὡς […]κη α…[…]πάντων ἐγένετο ἀλόγως ἀξιῶν[…]
τῶν ἰδίων μηδὲν ἅμα τε καταφρονῶν τῆς περὶ ἡμᾶς ἀβοηθήτου ἀσθενείας .
ἔκτοτε οὖν μέχρι τοῦ νῦν πάντων ἀντιλαμβανομένου καὶ ἀντιποιουμένου καὶ τῶν σωμάτων τὰς ἀποφορὰς ἐκλεγομένου, πάντα καταγραφῆναι
συνέταξεν εἰς τὸ τῆς γυναικὸς αὐτοῦ ὄνομα, καίτοι τοῦ πατρὸς ἡμῶν σιτοπαραλήμπτου γενομένου καὶ εἰς ἄπορον τραπέντος. αὐτοί τε οὖν ἡμεῖς ἄποροι γενάμενοι διὰ τὸ καὶ ἐμὲ τὸν Φίλιππον ἐν δημοσίαις χρείαις γεγονέναι καὶ ἀναγκαίως τὴν ἐπὶ σὲ τὸν εὐεργέτην καταφυγὴν ποιούμενοι ἀξιοῦμεν
τὰ ἴδια ἡμῖν ἀποκατασταθῆναι σὺν ταῖς τοῦ παντὸς χρήσεσιν, ἔτι δὲ
καὶ τῶν σωμάτων τῇ ἐπιγονῇ, ἵνα καὶ ὦμεν ὑπὸ σοῦ βεβοηθημένοι. διευτύχει.
Φίλιππος καὶ Χαρίτιον ἀμφότεροι Ἀφροδεισίου ἐπιδεδώκαμεν. Φίλιππος ἔγραψα καὶ
ὑπὲρ τῆς ἀδελφῆς μὴ εἰδυίης γράμματα. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ
Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ κγ.
ἔτους ιδ Μεσορὴ κγ.
μετὰ κατασπορὰν ἔντυχέ μοι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.