no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8990.
Each record below describes this same artifact or text from a different angle.
Τιβερίωι Κλαυδίωι Ἀρείωι στρατηγῷ Ἀρσινοΐτου
Ἡρακλείδου μερίδος
παρὰ Ταβοῦτος τῆς Τεσήους τῶν
ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς
αὐτῆς μερίδος μετὰ κυρίου τοῦ υἱοῦ Στοτοήτιος τοῦ Ἀπύγχεος. πολλῆς μοι ἀμφισβητήσεως οὔσης πρὸς τὸν ὁμοπάτριον
καὶ ὁμομήτριόν μου ἀδελφὸν Σαταβοῦτα
ἐνχρηζούσης τῆς τοῦ κρατίστου ἡγεμόνος
Πομπηίου Πλάντα μισοπονηρίας περὶ πᾶσαν αὐτοῦ τὴν δικαιοδοσίαν, περὶ ἧς
ἐνεχείρησε συνπαραλαβὼν ἑαυτῶι τὸν τοῦ
ἑτέρου μου ἀδελφοῦ Ἐριέως, ὃς τετελεύτηκε,
υἱὸν Ἁρπαγάθην ῥᾳδιουργίας πάντων
τῶν ἐπʼ ὀνόματος τῆς μητρός μου …ε…ους ἣ τετελεύτηκεν εἰς αὐτοὺς ὑπαρχόντων ἀξιῶ καταχωρισθέντος παρὰ σοὶ τοῦδε τοῦ ὑπομνήματος
ἀντίγραφον διʼ ἑνὸς τῶν περί σε ὑπηρετῶν
μεταδοθῆναι τῶι Σαταβοῦτι, ὅπως
εἰδῇ παρέσεσθαι αὐτὸν σὺν τῶι Ἁρπαγάθῃ,
οὗ ἐὰν ὁ κράτιστος ἡγεμὼν Πομπήιος Πλάντας
τὸν τοῦ νομοῦ διαλογισμὸν ποιῆται πρὸς τὸ
τυχεῖν με τῆς ἀπὸ σοῦ βοηθείας. εὐτύχει.
μετεδόθη διὰ Ἀμμωνίου τοῦ Ἀμμωνίου
ὑπηρέτου. ἔτους β Αὐτοκράτορος Καίσαρος Νέρουα
Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαμενὼθ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.