no image
DDbDP-text
Loan of Grain via HGV-meta
Advance sale of 30 artabas of wheat by the soldier Flavius Samuel. A contract in which the soldier Flavius Samuel of Tanyaithis acknowledges receiving payment in advance from Aurelius Phoibammon of Aphrodite for 30 artabas of wheat, which he promises to deliver at the next harvest, pledging his farmland as security. It dates to AD 527. machine translation
Linked by Trismegistos ID
TM 21384.
Each record below describes this same artifact or text from a different angle.
☧ μετὰ τὴν ὑπατείαν Φλαουίου Ὀλυμβρίου τοῦ ἐνδοξοτάτου
[…] ἕκτης ἰνδικτίονος.
Φλάουιος Σαμουῆλις Κολλούθου μητρὸς Κύρας στρατιώτης
ἀριθμοῦ τοῦ Πτολεμαίδου νομοῦ ἀπὸ κώμης Τανυαίθεως νομοῦ
Ἀπόλλωνος Πόλεως Μικρᾶς Αὐρηλίῳ Φοιβάμμωνι Τριαδέλφου
ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ χαίρειν. † βεβαίων ὄντων
τῶν ὅλων προτέρων μου χειρογράφων πρὸς τὴν πίστιν ἑκάστου χειρογράφου καθὼς πάσας διαστολὰς, ὁμολογῶ δὲ καὶ νῦν ἐσχηκέναι καὶ
πεπληρῶσθαι παρὰ σοῦ τιμῆς τελείας σίτου καθαροῦ κόκκου ἀρτάβας
τριάκοντα, γίνονται σίτου ἀρτάβαι λ καὶ ἑτοίμως ἔχω ταύτας ἀποδοῦναί σοι ἐν τῷ
καιρῷ τῆς συγκομιδῆς σὺν θεῷ μελλούσης ἑβδόμης ἰνδικτίονος μέτρῳ
Βίκτορος Παύλου ἀκτουαρίου κώμης Θμονάχθη. εἰ δὲ μὴ ἀπαντήσω
ἐν καιρῷ τὸ προκείμενον μέτρον ὡς προγέγραπται ἐπὶ τῷ καὶ ταύτας εἶναι
ἐπάνω τοῦ προκειμένου μου ὑπὸ σοῦ γεωργίου μετὰ τῶν ἄλλων προτέρων
εἰς χρείαν ὑποθηκῶν λόγῳ ἐνεχύρου ἄχρι ἀποδόσεως τοῦ προκειμένου μέτρου
ἄνευ τινὸς ἀντιλογίας. τὸ γράμμα τοῦτο ἐθέμην σοι εἰς ἀσφάλειαν ἐφʼ ὑπογραφῆς
ἐμῆς καὶ ἐπερωτηθείς. Φλάουιος Σαμουῆλ στρατιώτης ὁ προκείμενος συμφωνεῖ μοι καὶ ἀποδώσω σοι ἐν τῷ καιρῷ ὡς πρόκειται.
† Αὐρήλιος Φοιβάμμων Ἑρμαυῶτος μαρτυρῶ τῇ συγγραφῇ ἀκούσας
παρὰ τοῦ θεμένου. † Φοιβάμμων Ψαίου πρεσβύτερος μαρτυρῶ τῇ συγγραφῇ
ἀκούσας παρὰ τοῦ θεμένου.
† ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου Ἀπολλῶτος ……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.