no image
DDbDP-text
[r]
Ἄρεσις καὶ Θεναπολλῶς αἱ δύο Σεπόνιος πρεσβυτέρου μετὰ κυρίου αὐτῶν ἐμοῦ τοῦ ἑαυτῶν προσγενοῦς Πελώειος τοῦ Πατύνεως
ὁμολογοῦμεν εὐδοκεῖν ἣν πεποίηνται οἱ
τοῦ τετελευτηκότος ἡμῶν πατρὸς
Σεπόνιος ἀδελφοὶ τῇ Ἑστίᾳ πρᾶσιν ψιλῶν τόπων καὶ μὴ ἐπελεύσεσθαι ἡμᾶς
μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ ἡμῶν
μηδὲ περὶ τούτων μηδὲ περὶ τοῦ ἐπιβάλλοντος ἡμῖν μέρους τῶν ἐκ τοῦ
πρὸς ἀπηλιώτου μέρους ψιλῶν τόπων
ἐν Κερκεσούχοις Ὄρους ὃ καὶ κεκήπευκεν ἡ Ἑστία καὶ μὴ ἐπελεύσεσθαι ἡμᾶς
περὶ τούτων μηδʼ ἐγκαλέσειν καθὼς πρόκιται. Πελώεις γέγραφα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα καὶ ἐπιγέγραμμαι αὐτῶν
κύριος, κατὰ μηθὲν δὲ τοῦ Σώτου ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλω αὐτῶι καθʼ ὁμολογίας ἀσφαλειῶν καθὼς πρόκιται.
[v]
εὐδόκησις Ἑστίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.