no image
DDbDP-text
Ἱέρακι τῷ καὶ Νεμεσίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος
παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολιναρίου Ἀντινοέως. ἐνέτυχον, κύριε,
διὰ βιβλιδίου τῷ λαμπροτάτῳ ἡγεμόνι Αἰμιλίῳ Σατουρνείννῳ δηλῶν τὴν γενομένην μοι ἐπέλευσιν ὑπὸ Σώτου τινὸς καταφρονήσαντος τῆς περὶ τὴν ὄψιν μου ἀσθενείας βουλομένου αὐτοῦ τὰ ὑπάρχοντά μου κατασχεῖν βίᾳ καὶ αὐθαδίᾳ χρώμενου
καὶ ἔσχον ἱερὰν ὑπογραφὴν ἐντυχεῖν τῷ κρατίστῳ ἐπιστρατήγῳ· τοῦ δὲ Σώτου τελευτήσαντος, ὁ τούτου ἀδελφὸς Ἰούλιος καὶ αὐτὸς τὴν περὶ αὐτοὺς βίᾳ χρησάμενος ἐπῆλθεν τοῖς ἐσπαρμένοις ὑπʼ ἐμοῦ ἐδάφεσι καὶ ἐβάστασε οὐκ ὀλίγον χόρτον οὐ μόνον ἀλλὰ καὶ ἐξέκοψε ἀπὸ τοῦ ὑπάρχοντός μοι ἐλαιῶνος ὄντος περὶ κώμην Κερκεσοῦχα ἐλάϊνα φυτὰ ἀπεξηραμμένα καὶ ἐρίκινα, ἅπερ παραγενάμενος ἐνθάδε
πρὸς τὸν καιρὸν τῆς συνκομιδῆς ἔμαθον ταῦτα ὑπὸ αὐτοῦ πεπρᾶχθαι, ἐφʼ οἷς
μὴ ἀρκεσθεὶς πάλιν ἐπῆλθεν μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ Ζηνᾶ τινος ἔχοντες βρέφος βουλόμενοι τὸν γεωργόν μου φθόνῳ περικλεῖσαι ὥστε καταλεῖψαι τὴν ἰδίαν γεωργίαν μετὰ τὸ θερίσαι ἐκ μέρους ἀπὸ ἑτέρου μου κλήρου,
καὶ αὐτοὶ συνεκομίσαντο. τούτων γενομένων ἐγενόμην πρὸς τὸν
Ἰούλιον μετὰ δημοσίων ὅπως αὐτὰ ταῦτα ἐνμάρτυρον γένηται. πάλιν
τῷ αὐτῷ τρόπῳ προσέριψάν μοι τὸ αὐτὸ βρέφος βουλόμενοι καὶ με φθόνῳ
περικλεῖσαι παρόντων Πετεσούχου καὶ Πτολλᾶ πρεσβυτέρων κώμης Καρανίδος διαδεχομένων καὶ τὰ κατὰ τὴν κωμογραμματείαν καὶ Σωκρᾶ
ὑπηρέτου, καὶ τῶν δημοσίων παρόντων τὸ βρέφος ὁ Ἰούλιος συνκομισάμενος τὰ περιγενόμενα ἐκ τῶν ἐδαφῶν γένη ἀπηνέγκατο εἰς τὴν
οἰκίαν αὐτοῦ, ἅπερ φανερὰ ἐποίησα διά τε τῶν αὐτῶν δημοσίων καὶ πρακτόρων σιτικῶν τῆς αὐτῆς κώμης. διὸ κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι
καὶ ἀξιῶ τάδε τὰ βιβλίδια ἐν καταχωρισμῷ γενέσθω πρὸς τὸ μένειν μοι
τὸν λόγον πρὸς αὐτοὺς ἐπὶ τοῦ κρατίστου ἐπιστρατήγου περὶ τῶν ὑπʼ αὐτῶν τετολμημένων καὶ τῶν ὑπὲρ τῶν ἐδαφῶν δημοσίων ἐκφορίων
τῷ κυριακῷ λόγῳ διὰ τὸ αὐτοὺς οὐ δεόντως συνκεκομικέναι.
Γέμελλος ὁ καὶ Ὡρίων ὡς ἐτῶν κϛ ἀσθενὴς τὰς ὄψεις.
ἔτους ε Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Παχὼν κζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.