no image
DDbDP-text
Sale of Property via APIS-papyrus
Sale of a share in a house near the Isis temple at Tebtynis. Subscription to a sale contract in which Onnophris son of Psenkebkis sells to Psyphis son of Psyphis his inherited 2/5 share of a collapsed house with courtyards, lots, gateway and upper rooms near the temple of Isis at Tebtynis. His wife consents, and a scribe writes for the illiterate parties. First century AD, Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 25199.
Each record below describes this same artifact or text from a different angle.
Ὀννῶφρις Ψενκήβκιος μητρὸς Ταμαρήους ὁμολογῶ πεπρακέναι Ψοίφι Ψοίφεως μητρὸς Τετοσίρεως κατὰ τήνδε τὴν πρᾶσιν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντα καὶ ἐπιβάλλοντά μοι μέρη δύο ἀπὸ μερῶν πέντε ἅ ἐστιν ἀπὸ μερῶν δύο πατρικῶν μου μερῶν οἰκοπέδων ἥ ἐστιν οἰκία συνπεπτωκυῖα καὶ προσπαρακείμεναι αὐλαὶ καὶ
τόποι παλαιοὶ καὶ προπυλὼν καὶ ἐπάνω οἶκοι καὶ τὰ συνκύροντα πάντα ἐν Τεβτύνει πλησίον τοῦ Ἰσιήου ἱεροῦ κοινὰ καὶ ἀδιαίρετα πρός τε τοὺς ὁμοπατρίους μου ἀδελφοὺς καὶ Ψοῖφιν Μαραπκάμιος καὶ Νεβτῦνιν Ψοίφις· ὧν γείτονες τῆς μὲν παλαιᾶς οἰκίας συμπεπτωκυίας νότου υἱῶν Ψύφεως Θώθιος οἰκία, βορρᾶ τοῦ προγεγραμμένου Ψύφεως Μαρεπκάμιος οἰκία, λιβὸς οἱ προκίμενοι καὶ προσπαρακείμενοι τόποι, ἀπηλιώτου Λυσιμάχου τοῦ Λυσιμάχου τόποι· γείτονες δὲ καὶ τῶν προσπαρακιμένων αὐλῶν καὶ τόπων νότου καὶ βορρᾶ καὶ λιβὸς ῥῦμαι βασιλικαί, ἀπηλιώτου ἡ προκιμένη παλαιὰ οἰκία καὶ ἐπί τι μέρος τοῦ προγεγραμμένου Ψύφεως Μαρεπκάμιος οἰκία καὶ αἴθριον καὶ ὁμοίως ἐπί τι μέρος τῶν προγεγραμμένων υἱῶν Ψύφεως Θώθιος οἰκία καὶ αἴθριον καὶ τόποι. καὶ ἀπέχω παρὰ τοῦ Ψύφεως τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ ἡ γυνή μου Τετοσῖρις Ψύφεως μητρὸς Θαυβάστεως τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐνκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Διονύσιος Μάρωνος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ψῦφις Ψύφιος μητρὸς Τετοσίριος γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.