Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.6.423dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἱέρακι τῷ καὶ Νεμεσίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολιναρίου Ἀντινοέως. ἐνέτυχον, κύριε, διὰ βιβλιδίου τῷ λαμπροτάτῳ ἡγεμόνι Αἰμιλίῳ Σατουρνείννῳ δηλῶν τὴν γενο μένηνγεναμενην μοι ἐπέλευσιν ὑπὸ Σώτου τινὸς καταφρονήσαντος τῆς περὶ τὴν ὄψιν μου ἀσ θενείας βουλομένουαουλομενου αὐτοῦ τὰ ὑπάρχοντά μου κατασχεῖν βίᾳ καὶ αὐθαδίᾳ χρώμενουχρωμενος καὶ ἔσχον ἱερὰν ὑπογραφὴν ἐντυχεῖν τῷ κρατίστῳ ἐπιστρατήγῳ· τοῦ δὲ ΣώτουΣω τελευ τήσαντος, ὁ τούτου ἀδελφὸς Ἰούλιος καὶ αὐτὸς τὴν περὶ αὐτοὺςαὐτου βίᾳ χρησάμενος ἐπῆλ θεν τοῖς ἐσπαρμένοις ὑπʼ ἐμοῦ ἐδάφεσιἐδάφεσει καὶ ἐβάστασε οὐκ ὀλίγον χόρτον οὐ μό νον ἀλλὰ καὶ ἐξέκοψε ἀπὸνπο τοῦ ὑπάρχοντός μοιμου ἐλαιῶνος ὄντος περὶ κώμην Κερκε σοῦχα ἐλάϊναἐλαεϊνα φυτὰ ἀπεξηραμμένα καὶ ἐρίκινα, ἅπερ παραγενάμενος ἐνθάδε πρὸς τὸν καιρὸν τῆς συνκομιδῆς ἔμαθον ταῦτα ὑπὸ αὐτοῦ πεπρᾶχθαι, ἐφʼ οἷς μὴ ἀρκεσθεὶς πάλινπάλειν ἐπῆλθεν μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ Ζηνᾶ τινοςτινοςς ἔχον τες βρέφος βουλόμενοι τὸν γεωργόν μου φθόνῳφθώνῳ περικλεῖσαιπερικλῖσαι ὥστε κατα λεῖψαικαταλεῖψε τὴν ἰδίαν γεωργίαν μετὰ τὸ θερίσαι ἐκ μέρους ἀπὸ ἑτέρου μου κλήρου, καὶ αὐτοὶ συνεκομίσαντοσσυνεκομίσαντο. τούτων γενομένωνγεναμενων ἐγενόμην πρὸς τὸν Ἰούλιον μετὰ δημοσίων ὅπως αὐτὰ ταῦτα ἐνμάρτυρον γένηται. πάλιν τῷ αὐτῷ τρόπῳ προσέριψάνπροσσέριψάν μοι τὸ αὐτὸ βρέφος βουλόμενοι καὶ με φθόνῳ περικλεῖσαιπερικλῖσαι παρόντων Πετεσούχου καὶ Πτολλᾶ πρεσβυτέρων κώμης Καρα νίδος διαδεχομένων καὶ τὰ κατὰ τὴν κωμογραμματείανκομμωγραμματείαν καὶ Σωκρᾶ ὑπηρέτου, καὶ τῶν δημοσίων παρόντων τὸ βρέφος ὁ Ἰούλιος συνκομι σάμενος τὰ περιγενόμενα ἐκ τῶν ἐδαφῶν γένη ἀπηνέγκατο εἰς τὴν οἰκίαν αὐτοῦ, ἅπερ φανερὰ ἐποίησα διά τε τῶν αὐτῶν δημοσίων καὶ πρα κτόρων σιτικῶν τῆς αὐτῆς κώμης. διὸ κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι καὶ ἀξιῶ τάδε τὰ βιβλίδια ἐν καταχωρισμῷ γενέσθωγενεσθο πρὸς τὸ μένειν μοι τὸν λόγον πρὸς αὐτοὺς ἐπὶ τοῦ κρατίστου ἐπιστρατήγου περὶ τῶν ὑπʼυπο αὐ τῶν τετολμημένων καὶ τῶν ὑπὲρ τῶν ἐδαφῶν δημοσίων ἐκφορίων τῷ κυριακῷ λόγῳλογο διὰ τὸ αὐτοὺς οὐ δεόντως συνκεκομικέναι. Γέμελλος ὁ καὶ Ὡρίων ὡς ἐτῶν κϛ ἀσθενὴς τὰς ὄψεις. ἔτους ε Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Παχὼν κζ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.