no image
DDbDP-text
Cession of Land and House via HGV-meta
Copy of a cession of an olive grove and house share by a veteran. Copy of a contract from Karanis in which the veteran Gaius Iulius Gemellus cedes to the minor Chairemon son of Horos, represented by his guardian Petsoraipis, a half share of an olive grove and a half share of a house and courtyard for 200 drachmas. The original was dated to Year 18 of Hadrian. machine translation
Linked by Trismegistos ID
TM 12265.
Each record below describes this same artifact or text from a different angle.
ἀντιγραφον ἐκστάσεως. ἔτους ιη θεοῦ Ἁδριανοῦ ἐπαγομένων δ.
ὁμολογεῖ Γάιος Ἰούλιος Γέμελλος τῶν ἀπολελυμένων
στρατιωτῶν ὡς ἐτῶν νε οὐλὴ μετώπῳ μέσῳ Χαιρήμονι
Ὥρου ἀφήλικι διὰ φροντιστοῦ Πετσοραίπιος
τοῦ Πνεφερῶτος ὡς ἐτῶν ξβ οὐλὴ καρπῷ δεξιῷ ἐξεστάσθαι αὐτῷ κατὰ τήνδε τὴν ὁμολογίαν
ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τοῦ
καὶ αὐτῷ ἐξεσταμένου 𐅵 μέρους ἐλαιῶνος ἐν
ἑκτολογουμένῃ τάξει ἀρούρης δ η ιϛ λβ ἢ ὅσου
ἐὰν ᾖ περὶ Καρανίδα καὶ ἐν κώμῃ Καρανίδι
ὅλου 𐅵 μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων ἐν μιᾷ σφραγῖδι ἐπὶ
ταῖς οὔσαις τῶν ὅλων γειτνίαις καὶ ὁρίοις καὶ
εἰσόδοις καὶ ἐξόδοις καὶ ποτίστραις καὶ ἐκχύσεσι
καὶ τοῖς ἄλλοις δικαίοις πᾶσι, ἀνθʼ ὧν ἔσχεν ὁ ὁμολογῶν Γάιος Ἰούλιος Γέμελλος παρὰ τοῦ Πετσοραίπιος ἐκ τοῦ τοῦ Χαιρήμονος ἀφήλικος
λόγου τοῦ μὲν ἐλαιῶνος δραχμὰς ρ καὶ τοῦ ἡμίσους
τῶν οἰκοπέδων δραχμὰς ρ, τῶν ἐπὶ τὸ αὐτὸ δραχμῶν σ,
καὶ μὴ ἐπελεύσεσθαι περὶ τούτων τρόπῳ
μηδενὶ καὶ βεβαιώσειν αὐτὸν Ἰούλιον Γέμελλον καὶ τοὺς παρʼ αὐτοῦ τῷ Χαιρήμονι
καὶ τοῖς παρʼ αὐτοῦ τὰ ἐξεσταμένα ὡς πρόκειται
πάσῃ βεβαιώσει ἀπὸ δημοσίων πάντων
καὶ παντὸς εἴδους μέχρι τοῦ διεληλυθότος ιζ ἔτους
καὶ αὐτοῦ τοῦ ιζ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ
κυρίου, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. ὁπότε
δὲ ἐὰν βούληται ὁ Χαιρήμων ἀπογράψεται τὰ ἐξεσταμένα ἀπὸ ἀντιγράφου τῆσδε τῆς ὁμολογίας
μὴ προσδεόμενος τῆς τοῦ ὁμολογοῦντος παρουσίας.
ἐὰν δέ τι παραβῇ ἀποτεισάτω ἐπιτίμου
δραχμὰς ρ καὶ εἰς τὸ δημόσιον τὰς ἴσας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.