no image
DDbDP-text
Παραχώρησις von Katökenland via HGV-meta
Cession of six arouras of catoecic land near Kerkemounis. Copy of a contract of cession dated 4 March AD 18 at Oxyrhynchus, by which Aristopous transfers in equal shares six arouras of catoecic grain land near Kerkemounis to Hermophilos son of Harthoonis and Didymos son of Sarapion. He guarantees the land free of past charges and accepts a fine of 1,000 drachmas for any breach. machine translation
Linked by Trismegistos ID
TM 22192.
Each record below describes this same artifact or text from a different angle.
[FrA]
ἀντίγραφον.
ἔτους τετάρτου Τιβερίου Καίσαρος Σεβαστοῦ, Φαμενὼθ η, ἐν Οξυρύγχων
πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Ἀριστόπους[…]
Ἑρμοφίλῳ Ἁρθοώνιος καὶ Διδύμῳ Σαραπίωνος ἐν ἀγυιᾶι παρακεχωρηκέναι αὐτοῖς ἀκολούθως τοῖς ᾠκονομημένοις δὶα
τῶν ἐκ τοῦ ἱππικοῦ, ἀφʼ οὗ ἐπιδέδωκεν ὁ Ἀριστόπους ὑπομνήματος Εὐδαίμονι τῷ προκεχαρισμένῳ ὑπὸ τοῦ ἀδελφοῦ Θέωνος τοῦ πρὸς τοῖς καταλοχισμοῖς, ἑκατέρῳ κατὰ
τὸ ἴσον τὰς ὑπαρχούσας αὐτῷ περὶ Κερκεμοῦνιν τῆς ἄνω
τοπαρχίας ἐκ τοῦ Φίλωνος κλήρου ὠνημένης γῆς δώδεκα δραχμῶν εἰς τὴν τῶν κατοίκων σύνταξιν γῆν σιτοφόρου σπορίμου ἐξ ὀρθογωνίου ἀρούρας ἕξ σὺν ἐπετείοις
τούτων ἐκφορίοις ἀκολούθως τῇ τοῦ γεωργοῦ μισθώσει
τῶν δημοσίων πάντων ὄντων τῶν παραχωρουμένων
[… ? lines lost …]
[FrB,r]
[…]ἀκολούθως
τοῖς περὶ τούτων προστεταγμένοις καὶ ἐπεσταλμένοις, ἀνθʼ οὗ ἔσχηκεν Ἀριστόπους παρὰ τῶν
παραχωρουμένων παραχωρητικοῦ εἰς δημοσίων δαπάνην ἐν ἐπείγουσι καιροῖς, καὶ μηθὲν παρασυνγραφήσειν μηδὲ κακοτεχνήσειν Ἀριστόποδα περὶ τὴν παραχώρησιν τῆς γῆς τρόπωι μηδενί,
ἀλλὰ καὶ παρέξεσθαι αὐτοῖς τοῖς παραχωρουμένοις
καὶ τοῖς παρʼ αὐτῶν τὰς ἓξ ἀρούρας διὰ παντὸς
μὲν βεβαίας, καθαρὰς δὲ καὶ ἀπὸ δημοσίων καὶ
τῶν ἄλλων τελεσμάτων πάντων τῶν ἔμπροσθεν
χρόνων μέχρι τοῦ διεληλυθότος τρίτου ἔτους καὶ αὐτοῦ τοῦ τρίτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ
ἐὰν δέ τι τούτων Ἀριστόπους παρασυνγραφῆι,
ἄκυρον ἔστω καὶ προσαποτεισάτω οἷς ὁμολογεῖ ἢ τοῖς παρʼ αὐτῶν καθʼ ὃ ἐὰν παρασυνγραφῇ
εἶδος τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς
χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηθὲν ἧσσον.
κατὰ μηδὲν ἐλαττουμένων τῶν παραχωρουμένων ἐν τῇ διὰ παντὸς ἐξακολουθούσῃ τῷ Ἀριστόποδι βεβαιώσει ὧν ἄλλων παρεχωρήθησαν
παρʼ αὐτοῦ …[…]…υτου κλήρου ἀρουρῶν δεκατριῶν
[…]…ου…[…]εισα[…]ουσπ…[…]…ων παρα…
[… ? lines lost …]
[FrB,v]
παραχώρησις Ἀριστόποδος
Ἑρμοφίλω καὶ ΔικύμῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.