no image
DDbDP-text
Private Letter via APIS-papyrus
Letter from Sempronius Clemens to Apollinarius excusing a delay. A private letter of the 2nd century AD from Sempronius Clemens to Apollinarius, answering the charge that he had been unwilling to settle Apollinarius' affairs. He explains that the delay was caused by a certain Valerianus refusing to settle with his wife, and promises to write from Antinoopolis and attend to the matters without fail. machine translation
Linked by Trismegistos ID
TM 27096.
Each record below describes this same artifact or text from a different angle.
Σεμπρώνιος Κλήμης Ἀπολιναρίωι
τῷ τιμιωτάτῳ χαίρειν.
ἔλαβόν σου τὰς ἐπιστολὰς παρὰ τοῦ σοῦ Ἰουλίου
Σαβείνου ἐξ ὧν ἐπέγνων σε δηλοῦντα
οὐχ ὅτι οὐκ ἠδυνήθην ἀπαρτίσαι τὰ διαφέροντά σοι ἀλλʼ ὅτι, ὡς φῄς, οὐκ ἐβουλήθην. καίτοι γε
ἐπὶ τούτῳ ᾐσθάνθην ἀλλʼ ὅμως ἀπολογήσομαι.
ἡ γὰρ διολκὴ γέγονεν ἐν τῷ τὸν Οὐαλεριανὸν
μὴ ἐθέλοντα ἀντιδιαστειλαμένης αὐτῷ τῆς
γυναικὸς εὐθέως πρὸς αὐτὴν καταστάσθαι.
ἐπειδὴ ὧδʼ ἔχοντος, ἵνʼ οὕτως εἰς αὖθις μηδεμία ἄλλη πρόφασις παρολκῆς καταλειφθῇ,
ἐπιστεῖλαι ἐμοὶ μᾶλλον προσεχέστερον
ἐπέστειλας, φημὶ ὅτι χρείας ἐπειγούσης εἰς
Ἀντινόου μελλήσω ἀνέρχεσθαι καὶ ἐκεῖθεν
ἐπιστελῶ πρὸς σὲ τούτων χάριν. εἰ δέ πως
Τύχη ἀπʼ Ἀντινόου με πάλιν ἐνθάδε
ἐπιτρέπει ἐξορμᾶν οὐδὲν λογγάζει. γράψω
γάρ σοι εὐθέως μετὰ τὸν περισπασμὸν τοῦτον ἵνα μὴ περὶ τῶν σοι διαφερόντων
φροντίσῃς. οὕτως γάρ σοι ἐπιδείξομαι πῶς
οὐ δεύτερα οὐδενὸς ἀμελήσω.
ἐρρῶσθαί σε εὔχομαι πανοικεί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.