no image
DDbDP-text
[…]ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν
[…]χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων
παρὰ Ἀπολλωνίου τοῦ Ἀπολλωνίου προτομαφόρου σπείρης
πρώτηςΟὐλπίας Ἀφρῶν ἑκατονταρχίας Ἱέρακος καὶ παρὰ τούτου
ἀδελφιδοῦ Κάστορος Κάστορος τοῦ Ἀπολλωνίου μητρὸς
[…]ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδουμερίδος τοῦ Ἀρσινοίτου
νομοῦ. συνχωροῦσιν Ἀπολλώνιος καὶ Κάστωρ διειρῆσθαι
πρὸς αὑτοὺς τὰ ὑπάρχοντα αὐτοῖς καὶ ἐληλυθότα εἰς αὐτοὺςἀπὸ τῆς μετηλλαχύιας τοῦ μὲν Ἀπολλωνίου πατρὸς Ἀπολλωνίου χήρας,τοῦ δὲ Κάστορος μάμμης Τασουχαρίου, ὁ μὲν Ἀπολλώνιος
ἐκ τοῦ ἐπιβάλλοντος αὐτῷ διμοίρου, ὁ δὲ Κάστωρ ἐκ τοῦ λοιποῦ μέρους
τρίτουτὰ ὑπάρχοντα αὐτοῖς περὶ τὴν …ομ προκιμένην κώμην Καρανίδα ἐλαιῶνος ἐν δυσὶ σφραγῖσι ἀρούρας ἓξ μιᾶς
μὲν σφραγῖδος ἀρουρῶν πέντε , τῆς δὲ δευτέρας τῆς λοιπῆς
ἀρούρης μιᾶς , ἀμφοτέρων ἐν τόπῳ Ψα[…]λ… λεγομένῳ καὶ περὶ τὴν Φιλοπάτορος τὴν καὶ Θεογένους ἀρούρας τρεῖς ἐλαιῶνος
καὶ ἀπὸ τῶν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν […] ἐννέα ἐπιβεβληκέναι τῷ
μὲν Ἀπολλωνίῳ εἰς τὸ ἐπιβάλλον αὐτῷ δίμοιρον μέρος ἀπὸ τῶν
μὲν προγεγραμμένων τῶν περὶ Καρανίδα ἐν τῇ π[…]ηυ
σφραγῖδιἀρουρῶν πέντε ἀρούρας τρεῖς , ὧν γείτονες νότου ὑδραγωγός, μεθʼ ὃν σιτικὰ ἐδάφη βορρᾶ ὑδραγωγός,[…]ε
[…]σιτικὰ ἐδάφηἀπηλιώτου Σεμπρωνίου βενεφικιαρίου καὶ
ἑτέρων ἐλαιὼνλιβὸςαἱ ὑπογεγραμμέναι καὶ ἐπιβεβληκυῖαι τῷ Κάστορι ἄρουραι δύο καὶ περὶ τὴνΦιλοπάτορος τὴν καὶ Θεογένους
ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐν τῇ σφραγῖδι ὧν γείτονες ἑκαστοθεν […]οι[…]…χ[…] τῷ δὲ Κάστορι ἐπιβεβληκεναι τὸ μὲν ἐκ τῆς προκιμένης πρώτης σφραγῖδος λοιπὸν μέρος ἐν ᾧ ἐλαῖαι ἐνφυτοι τριάκοντα ἓξ ἢ ὅσαι ἐὰν ὦσι,
οὗγείτονες νότου ὑδραγωγὸς, μεθʼ ὃν σιτικὰ ἐδάφη, βορρᾶ
ὑδραγωγὸς, μεθʼ ὃν σιτικὰ ἐδάφη, ἀπηλιώτου αἱ ὑπογεγραμμέναι καὶἐπιβεβληκυῖαι τῷ Ἀπολλωνίῳ ἄρουραι τρεῖς , λιβὸς
[…]…τουκελ[…]ὁμοίως τὴν προκιμένην
περὶ τὴν Καρανίδαἐν μιᾷ σφραγῖδι ἄρουραν μίαν , γείτονες νότῳ
ὑδραγωγὸς, μεθʼ ὃν σιτικὰ ἐδάφη, ἀπηλιώτου Συριᾶτος σιτικὰ ἐδάφη, λιβὸς Σεμπρωνίου βενεφικιαρίου καὶ ἑτερών ἐλαιὼν καὶ
ἀπὸ τοῦ νῦν κρατεῖν καὶ κυριεύειν ἕκαστον αὐτῶν τοῦ ἐπὶβεβληκότος αὐτῷ μέρους καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον καὶ ἐπιτελεῖν περὶ αὐτῶν, ὡς ἐὰν αἱρῆται καὶ μὴ
ἐπέρχεσθαι τὸν ἕτερον ἐπὶ τὸν ἕτερον περὶ τοῦ ἐπιβεβληκότος αὐτῷ μέρους κατὰ μηδένα τρόπον παρευρέσει μηδεμιᾷ
διαγράφοντος ἑκάστου αὐτῶν τὰ ὑπὲρ τοῦ ἰδίου μέρους καθήκοντα χωρὶς ὧν πρὸς τὸ ἐπίσταλμα τῆς διαιρέσεως κατεβλήθη, τῇ δεκάτῃ τοῦ διεληλυθότος μηνός. ἔτους ἑπτακαιδεκάτου Αὐτοκρατόρων
Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου καὶ Λουκίου Αὐρηλίου Κομμόδοῦ Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν
ΣαρματικῶνΜεγίστων Ἐπεὶφ δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.