no image
DDbDP-text
Affitto di Satiro e Polione via HGV-meta
Offer to lease cleruchic land near Theogonis. An offer to lease about 8 arouras of cleruchic land near Theogonis for four years, made by Satyros son of Herakleides and his son Polion to three landowners from gymnasiarch families. The land alternates between hay for sheep pasture, rent-free, and wheat, at 120 artabas of wheat per year. Written at Tebtynis on 7 November 169 AD. machine translation
Linked by Trismegistos ID
TM 12381.
Each record below describes this same artifact or text from a different angle.
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος καὶ Γεμείνῳ
γεγυμνασιαρχηκότι καὶ Ἀματίῳ τῷ καὶ Παυλείνῳ ἀμφοτέροις Πάτρωνος γεγυμνασιαρχηκότος, τῷ δὲ Γεμείνῳ ἀπόντι διὰ τοῦ Ἀματίου τοῦ καὶ
Παυλείνου
παρὰ Σατύρου Ἡρακλείδου τοῦ Ἡρακλάτου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων καὶ τοῦ αὐτοῦ υἱοῦ Πωλίωνος, τῶν δύο .
βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη τέσσερα
ἀπὸ τοῦ ἐνεστῶτος δεκάτου ἔτους τὰς ὑπαρχούσας
ὑμῖν, τῷ μὲν Πτολλαρίωνι κατὰ τὸ ἥμισυ μέρος,
τοῖς δὲ δυσὶ κατὰ τὸ λοιπὸν ἥμισυ μέρος τὰς
[…] περὶ κώμην Θεογονίδα κλήρου
ἀρούρας ὀκτώ , ἢ ὅσαι ἐὰν ὦσι, τῷ μὲν πρώτῳ
καὶ τρίτῳ ἔτει εἰςσπορὰν χόρτου καταβρώματος
προβάτων ἄνευ φόρου, τῷ δὲ δευτέρῳ καὶ
τετάρτῳ ἔτει εἰςσπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν
διετίανσὺν αἷς λήμψομαι σπερμάτων
πυροῦ ἀρτάβαις ὀκτώ , τοῦ παντὸς κατʼ ἔτος
ἐπὶ τὴνδιετίαν πυροῦ ἀρταβῶν ἑκατὸν εἴκοσι […]μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ
Πτολλαρίωνος καὶ ἑτέρων, πάντων ἀνυπολόγων
καὶ ἀκινδύνων, ἄγοντες τὰ τῶν ἀρουρῶν ἔργα
πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος μηνὶ
Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῆς μετρήσεως γεινομένης διά τινος τῶν ὑμῶν, πρὸς ὑμᾶς
ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ,
τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς ἡμᾶς,
καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρὰς καθαρὰς ἀπὸ θρύου καλάμου, ἀγρώστεως
δείσης πάσης. ἐὰν φαίνηται μισθῶσαι.
Σάτυρος ὡς ἐτῶν μ οὐλὴ παρʼ ἀστραγάλῳ ἀριστέρῳ
Πωλίων ὡς ἐτῶν κ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς.
ἔτους ι Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Ἁθὺρ ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.