no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9027.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
ἔτους ε…[…]
Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Σεβαστοῦ
Γερμανικοῦ Δακικοῦ Μεχὶρ
ιϛ. Τερπὼς ἡ Σαραπίωνος μετὰ κυρίου τοῦ συγγενοῦς Πάπου τοῦ Γαίου Σαραπιάδι Σαβίνου μετὰ κυρίου
τοῦ τῆς ἀδελφῆς αὐτῆς Κλεοπατροῦτος ἀνδρὸς Ὡρίωνος
τοῦ …α…ου ἀπέχειν
αὐτὴν παρὰ τῆς Τερπῶτος
τὰς ἴσας ὧν ὤφειλεν ὁ τετελευτηκὼς αὐτῆς ἀδελφὸς
Σαμβᾶς ὁ καὶ Εὖς κατὰ διαγραφὴν τῆς Ἀνουβίωνος τραπέζης Φρέμει, ἣν καὶἀναδέδωκεν
αὐτῇ εἰς ἀθέτησιν καὶ ἀκύρωσιν ἀργυρίου δραχμὰς τεσσαράκοντα
γίνονται δραχμαὶ μ καὶ οὐδὲν αὐτῇ
ἐνκαλεῖ περὶ οὐδενὸς ἁπλῶς
μέχρι τῆς ἐνεστώσης ἡμέρας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.