no image
DDbDP-text
Ptolemaic Contract of Lease via HGV-meta
Linked by Trismegistos ID
TM 128573.
Each record below describes this same artifact or text from a different angle.
[scriptura interior]
βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους τετάρτου καὶ τριακοστοῦ, ἐφ’ ἱερέως Καλλικλέους τοῦ Διοκρίτου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης
Εὐεργέτιδος Ἐργονόης τῆς Ἀλεξάνδρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀσκληπιάδος τῆς Πτολεμαίου τοῦ Ἀσκληπιάδου ἱερείας Ἀρσινόης Φιλοπάτορος Ἀπολλωνίας τῆς Ἰσοκράτους μηνὸς Ἀρτεμισίου δωδεκάτηι Ἀθὺρ δωδεκάτηι ἐν Ἡφαιστιάδι τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Ἡρακλείδης Nικάνορος
τοῦ προεστηκότος τῆς Εὐβούλου τῶν πρώτων φίλων δωρεᾶς Πετοσούχωι Φραμήνιος Ἀρσινοίτηι γεωργῶι ἀπὸ τῆς σημαινομένης δωρεᾶς γῆς ἀρούρας δέκαπέντε τέταρτον πρὸς τὸ τέταρτον καὶ τριακοστὸν ἔτος ἐκφορίου τὴν ἄρουραν ἑκάστην ἀρούρας μὲν δέκα μίαν πυρῶν ἀρταβῶν τεσσάρων, τὰς δὲ λοιπὰς
ἀρούρας τέσσαρας τέταρτoν πυρῶν ἀρταβῶν πέντε δίμοιρον ἀκινδύνων παντὸς κινδύνου καὶ ἀνυπολόγων πάσης φθορᾶς βρεχείσης δὲ τῆς γῆς ταύτης κατασπειράτω
τὴν γῆν Πετοσοῦχος τοῖς ἰδίοις ἀναλώμασιν σπέρματα ἑαυτῶι παρέχων καθαρά. ἐὰν δὲ μὴ κατασπείρηι τὴν γῆν ἢ σπείρας λίπηι τὴν μίσθωσιν, πλήρη τὰ ἐκφόρια ἀποτεισάτωι·
κατασπαρείσης δὲ τῆς γῆς ταύτης βεβαιούτωσαν Ἡρακλείδης καὶ οἱ παρ’ Εὐβούλου Πετοσούχωι καὶ τοῖς παρὰ Πετοσούχου τὴν μίσθωσιν καὶ τὴν γῆν ἐαν[…]
[…] ἐπὶ τὸν συγγεγραμμένον χρόνον· ἐὰν δὲ μὴ βεβαιοῖ καθὼς προγέγραπται, ἀποτεισάτω ὁ προγεγραμμένος Ἡρακλείδης ἢ οἱ παρ’ Εὐβούλου συμβεβαιοῦντες
Πετοσούχωι ἐπίτιμον χαλκοῦ τάλαντα εἴκοσι καὶ τὸ βλάβος καὶ μηθὲν ἧσσον ἡ μίσθωσις ἥδε κυρία ἔστω καὶ ἐξέστω Πετοσούχωι ἀντεξάγειν τὸν εἰσβιαζόμενον εἰς τὴν γῆν ταύτην ἀνυπευθύνωι παντὸς ἐπιτίμου. βεβαιουμένης δὲ τῆς μισθώσεως παραδότωι Πετοσοῦχος Ἡρακλείδηι ἢ τοῖς παρ’ Εὐβούλου […]…α παραθεσ …
…[…]… ειδε ες … βα … […] … τοῖς παρ’ Εὐβούλου οὗ ἂν συντάσσωσιν πυρὸν νεὸν καθαρὸν καὶ ἄδολον καὶ καταστήσαντες εἰς Ἡφαιστιάδα εἰς τ[…]ν απο … ν τοῖς ἰδίοις ἀνηλώμασιν· ἧς δ’ ἂν ἀρτάβης μὴ ἀποδῶι, ἀποτεισάτω παραχρῆμα ὁ Πετοσοῦχος χαλκοῦ δραχμὰς χιλίας ἢ τὴν ἐσομένην πλείστην τιμὴν ἐν τῇ ἐν Ἡφαιστιάδι ἀγορᾷ. ἡ δὲ πρᾶξις ἔστωι Ἡρακλείδηι καὶ τοῖς παρ’ Εὐβούλου πράσσουσιν ἔκ τε Πετοσούχου
αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων κατὰ τὸ διάγραμμα καὶ τοὺς νόμους. ἡ συγγραφὴ κυρία. μάρτυρες Παμῆνις ἱερεύς […] σουχου […] ρος,
Διόδωρος οἱ δύο Πέρσαι, Καλλίας Θρᾷξ, οἱ τρεῖς τῶν Ἀράτου τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουροι, Δωρόθεος, Πτολεμαῖος οἱ δύο τῆς … ἱππαρχίας
Μακεδόνες τῆς ἐπιγονῆς. συγγραφοφύλαξ Παμῆνις ἱερεύς
[scriptura exterior]
βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους τετάρτου καὶ τριακοστοῦ, ἐφ’ ἱερέως Καλλικλέους τοῦ Διοκρίτου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν
καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης
Εὐεργέτιδος Ἐργονόης τῆς Ἀλεξάνδρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀσκληπιάδος τῆς Πτολεμαίου
τοῦ Ἀσκληπιάδου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Ἀπολλωνίας τῆς Ἰσοκράτους, μηνὸς Ἀρτεμισίου δωδεκάτηι
Ἁθὺρ δωδεκάτηι ἐν Ἡφαιστιάδι τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Ἡρακλείδης Nικάνορος τοῦ προεστηκότος τῆς Εὐβούλου τῶν πρώτων φίλων δωρεᾶς Πετοσούχῳ Φραμήνιος Ἀρσινοίτηι γεωργῶι
ἀπὸ τῆς σημαινομένης δωρεᾶς γῆς ἀρούρας δέκα πέντε τέταρτον πρὸς τὸ τέταρτον καὶ τριακοστὸν ἔτος ἐκφορίου τὴν ἄρουραν ἑκάστην ἀρούρας μὲν δέκα μίαν πυρῶν ἀρταβῶν τεσσάρων, τὰς δὲ λοιπὰς
ἀρούρας τέσσαρας τέταρτoν πυρῶν ἀρταβῶν πέντε δίμοιρον ἀκινδύνων παντὸς κινδύνου καὶ ἀνυπολόγων πάσης
φθορᾶς· βρεχείσης δὲ τῆς γῆς ταύτης κατασπειράτω τὴν γῆν Πετοσοῦχος τοῖς ἰδίοις ἀναλώμασιν σπέρματα ἑαυτῶι παρέχων καθαρά· ἐὰν δὲ μὴ κατασπείρηι τὴν γῆν ἢ σπείρας λίπηι τὴν μίσθωσιν, πλήρη τὰ ἐκφόρια ἀποτεισάτωι· κατασπαρείσης δὲ τῆς γῆς ταύτης βεβαιούτωσαν Ἡρακλείδης καὶ οἱ παρ’ Εὐβούλου Πετοσούχωι καὶ τοῖς παρὰ Πετοσούχου τὴν μίσθωσιν καὶ τὴν γῆν ἐαν […] ἐπὶ τὸν συγγεγραμμένον χρόνον· ἐὰν δὲ μὴ βεβαιοῖ καθὼς προγέγραπται ἀποτεισάτω ὁ προγεγραμμένος Ἡρακλείδης
ἢ οἱ παρ’ Εὐβούλου συμβεβαιοῦντες Πετοσούχῳ ἐπίτιμον χαλκοῦ τάλαντα εἴκοσι καὶ τὸ
βλάβος καὶ μηθὲν ἧσσον ἡ μίσθωσις ἥδε κυρία ἔστω καὶ ἐξέστω Πετοσούχωι ἀντεξάγειν τὸν εἰσβιαζόμενον εἰς τὴν γῆν ταύτην ἀνυπευθύνωι παντὸς ἐπιτίμου. βεβαιουμένης δὲ τῆς μισθώσεως
παραδότω Πετοσοῦχος Ἡρακλείδηι ἢ τοῖς παρ’ Εὐβούλου τὰ ἐγγεγραμμένα ἐκφόρια ἐν μηνὶ Παχὼν τοῦ αὐτοῦ ἔτους καὶ παραδότω τὰ γενήματα ἐν τῆι αὐτῇ κώμῃ […]
…[…] οἱ γ[…]ργοὶ Εὐβούλου οὗ ἂν συντάσσωσιν πυρὸν νέον καθαρὸν καὶ ἄδολον …
[…]…μι[…]…τα εἰς Ἡφαιστιάδα […]ν απ…ε…ιγ[…]…ον τοῖς ἰδίοις
ἀνηλώμασιν· ἧς δ̉’ ἂν ἀρτάβης μὴ ἀποδῶι ἀποτεισάτω παραχρῆμα ὁ Πετοσοῦχος χαλκοῦ δραχμὰς χιλίας ἢ τὴν ἐσομένην πλείστην τιμὴν ἐν τῆι ἐν Ἡφαιστιάδι ἀγορᾶι. ἡ δὲ πρᾶξις
ἔστω Ἡρακλείδηι καὶ τοῖς παρ’ Εὐβούλου πράσσουσιν ἔκ τε Πετοσούχου αὐτοῦ καὶ
ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων κατὰ τὸ διάγραμμα καὶ τοὺς νόμους. ἡ συγγραφὴ κυρία. μάρτυρες Παμῆνις ἱερέυς …[…]…ρος, Διόδωρος οἱ δύο Πέρσαι, Καλλίας
Θρᾷξ, οἱ τρεῖς τῶν Ἀράτου τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουροι, Δωρόθεος,
Πτολεμαῖος οἱ δύο τῆς … ἱππαρχίας Μακεδόνες τῆς ἐπιγονῆς.
συγγραφοφύλαξ Παμῆνις ἱερεύς.
Ἡρακλείδης μεμίσθωκα καθὼς προγέγραπται καὶ τέθειμαι τὴν συγγραφὴν παρὰ φα…νε…θεν…[…]σούχου
Πετεσοῦχος μεμίσθωμαι καθὼς προγέγραπται καὶ πεποίημαι τὴν
συνγραφήν […]…[…] Παμῆνις …[…] ἀπέχω
ιϛ ια μ δ[…]…[…]… δδ ε𐅷 μεμι…
[v]
μίσθωσις Ἡρακλείδου
Πετοσούχωι τῶι
γεωργῶιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.