Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.diosk.18

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ἕκτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως Ἀπολλοφάνου τοῦ Ἀπολλοφάνου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν· ἐμίσθωσεν Κασσάνδρα Δημοκράτου ἀστὴ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Διοσκουρίδου ἡγεμόνος ἐπʼ ἀνδρῶν καὶ φρουράρχου Ὥρω` Ὥρου κηπουρῷ τῶν ἐκ Τεντήρεως τὸν ὑπάρχοντα αὐτῇ παράδεισον περὶ τὴν αὐτὴν Τιντῆριν εἰς ἔτη δύο ἀπὸ τοῦ εἰς τὸ ἕκτον καὶ εἰκοστὸν ἔτος φόρου κατʼ ἔτος χολκοῦ νομίσματος δραχμῶν τρισχιλίων καὶ κατʼ ἔτος Συρίου φοίνικος ἑνὸς καὶ ἄλλου Αἰγυπτίου ἑνός. βεβαιούτω Κασσάνδρα Ὥρῳ καὶ τοῖς παρʼ αὐτοῦ τὴν μίσθωσιν τοῦ παραδείσου ἐπὶ τὸν συνγεγραμμένον χρόνον πάσῃ βεβαιώσει καὶ ἀφιστάσθω Ὧρος τῶν ἐν τῷ παραδείσῳ πάντων ἀπὸ τοῦ βελτίστου. βεβαιουμένης δὲ αὐτῷ τῆς μισθώσεως τὸν κατʼ ἐνιαυτὸν φόρον ἀποδότω Ὧρος Κασσάνδρᾳ ἢ τοῖς παρʼ αὐτῆς ἀεὶ καθʼ ἕκαστον ἔτος. βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ἕκτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως Ἀπολλοφάνου τοῦ Ἀπολλοφάνου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Ἡλιοδώρας τῆς Δημητρίου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου …[…]… τῆς Ἀπολλωνίου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Ἀρτεμοῦς τῆς Σελεύκου μηνὸς Ξανδικοῦ Φαῶφι ὀκτωκαιδεκάτηι ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν. ἐμίσθωσεν Κασσάνδρα Δημοκράτου ἀστὴ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Διοσκουρίδου ἡγεμόνος ἐπʼ ἀνδρῶν καὶ φρουράρχου Ὥρου κηπουρῶι τῶν ἐκ Τεντήρεως τὸν ὑπάρχοντα αὐτῇ παράδεισον περὶ τὴν αὐτὴν Τιντῆριν εἰς ἔτη δύο ἀπὸ τοῦ εἰς τὸ ἕκτον καὶ εἰκοστὸν ἔτος φόρου κατʼ ἔτος χαλκοῦ νομίσματος δραχμῶν τρισχιλίων καὶ κατʼἔτος Συρίου φοίνικος ἑνὸς καὶ ἄλλου Αἰγυπτίου ἑνός. βεβαιούτω δὲ Κασσάνδρα Ὥρω` καὶ τοῖς παρʼ αὐτοῦ τὴν μισθωσιν τοῦ παραδείσου ἐπὶ τὸν συνγεγραμμένον χρόνον πάσῃ βεβαιώσει καὶ ἀφιστάσθω Ὧρος τῶν ἐν τῷ παραδείσῳ πάντων ἀπὸ τοῦ βελτίστου. βεβαιουμένης δὲ αὐτῷ τῆς μισθώσεως τὸν κατʼ ἐνιαυτὸν φόρον ἀποδότω Ὧρος Κασσάνδρα` ἢ τοῖς παρʼ αὐτῆς ἀεὶ καθʼ ἕκαστον ἔτος μάλιστα ἐν Μεσορὴι μηνί, ἧς δʼ ἀν μὴ ἀποδῷ ἀπομοίρας ἀποτεισάτω ἡμιόλιον. τὰ δὲ κατʼ ἐνιαυτὸν ἐξαίρετα ἀποδότω Ὧρος Κασσάνδρᾳ ἢ τοῖς παρʼ αὐτῆς ἐν τῷ καθήκοντι καιρῶι, ἐὰν δὲ μὴ ἀποδῷ, ἀποτεισάτω χαλκοῦ δραχμὰς τρισχιλίας . διελθόντος δὲ τοῦ χρόνου τῆς μισθώσεως παραδότω Ὧρος τὸν παράδεισον καθαρὸν ἀπό τε θρύου καλάμου κἀπὸ πάσης ἀκαθαρσίας, ἐὰν δὲ μὴ παραδῷ, ἀποτεισάτω χαλκοῦ τάλαντον ἕν. ἐὰν δὲ μὴ βεβαιώση` καθότι προγέγραπται ἀποτεισάτω ἐπίτιμον ταλαντ[…]…χ…ε…[…] ἡ δὲ πρᾶξις ἔστω Κασσάνδρᾳ ἔκ τε τοῦ Ὥρου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων. μάρτυρες Ἡρακλείδησ…α…ειδου Μακεδὼν τάγματος τῶν ἀπὸ τοῦ ὅρμου φρουρῶν Ἀπολλώνιος Δαβρέας Ἡρώ`δης Ἀμμώνιος Θέων οἱ πέντε Μακέδονες τῶν Πτολεμαίου πεζῶν, συγγραφοφύλαξ Ἡρακλείδης. Ὧρος Ὥρου μεμίσθωμαι τὸν παράδεισον εἰς τὰ δύο ἔτη φόρου κατʼ ἐνιαυτὸν δραχμῶν τρισχιλίων καὶ δέδωκα Ἡρακλείδηι κυρίαν. Κλέων Ἀριστόφωτος γέγραφα ὑπὲρ αὐτοῦ ἀξιώσαντος αὐτοῦ διὰ τὸ φάσκειν αὐτὸν μὴ ἐπίστασθαι αὐτὸν γράμματα. [v] μίσθωσις παραδείσου Κασσάνδρας πρὸς Ὧρον Κασσάνδρας … Ἡρῴδου Διοσκουρίδου Ὥρου … Δαβρέου

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.