Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.muench.1.12

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἐνάτου καὶ ὑπατείας τοῦ αὐτοῦ δεσπότου ἡμῶν ἔτους ἑβδόμου τῆς ἐνάτης ἰνδικτίονος ἐν Συήνῃ. Φλαύιος Κυριακὸς Μηνᾶ στρατιώτης καβαλλάριος ἀριθμοῦ Συήνης ὁ καὶ ἑξῆς ὑπογραφέα παρέχων καὶ μάρτυρας ἀξιοπίστους τοὺς ἑξῆς μαρτυροῦντας ταύτῃ τῇ πράσει Φλαυίῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ μητρὸς Τσίας στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης ἀπὸ Συήνης καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Κοκὼ θυγατρὶ Ἰακώβου μητρὸς Ταπίας ἀπὸ τῆς αὐτῆς Συήνης ὁρμωμένῃ χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Κυριακὸς ἑκὼν καὶ πεπεισμένος ἄνευ δόλου παντὸς καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ περι γραφῆς πάσης, ἀλλʼ αὐθαιρέτῳ γνώμῃ καὶ ἀμεταβλήτῳ σκοπῷ καὶ ἀμετατρέπτῳ λογισμῷ ὀρθῇ διανοίᾳ βεβαίᾳ πίστει πεπεισμένῃ προαιρέσει συνειδήσει εἰλικρινεῖ πεπρακέναι ὑμῖν σήμερον τοῖς προγεγραμμένοις Πατερμουθίῳ καὶ Κοκὼ καὶ καταγεγραφηκέναι ἀπὸ τοῦ νυνὶ ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα διηνεκῆ χρόνον πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ πάσῃ ἐξουσίᾳ καὶ αἰωνίᾳ κατοχῇ κατὰ τὸν περὶ πράσεως καὶ βεβαιώσεως κεί μενον νόμον τὸ ὑπάρχον μοι ἥμισυ μέρος ἀπὸ πάσης ὁλοκλήρου οἰκίας, οἵας ἐστὶν διαθέσεως ἀπὸ ἐδάφους ἕως ἀέρος, ἧςοὑ καὶ τὸ ἄλλο ἥμισυ ἀνήκει Ἰακώβου ἀποιχομένου πατρός σου Κοκὼ τῆς ὠνουμένης, ἔτι μὴν καὶ συμπεπρακέναι ὑμῖνσοι τὰ ὑπάρχοντά μοι γοο κοινωνιμαῖατῶν ὅλων ἡμίσεα χρηστήρια ἀπὸ τοῦ προθύρου καὶ πυλῶνος καὶ πεσσοῦ καὶ αἰθρίων καὶ κλιβάνου ἀκολούθως τῇ γεναμένῃ μοι πράσει καὶ δεδωκέναι ὑμῖν αὐτὴν εἰς μείζονα ἀσφάλειαν, διακειμένην τὴν αὐτὴν οἰκίαν ἐν Συήνῃ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου ἐπὶ λαύρας τοῦ δημοσίου καμηλῶνος βασταγῆςβαστακῆς τῶν ἀπὸ Φιλῶν καὶ τῆς οἰκίας Ἀβραὰμ Παχυμίου. γείτονες δὲ τῆς πάσης ὁλοκλήρου οἰκίας, ἀφʼ ἧς πέπρακα ὑμῖνσοι τὸ αἱροῦν μοι ἥμισυ μέρος ἀπὸ τοῦ κελλίου ἐν πρώτῃ στέγῃ νεύοντοςνευον εἰς βορρᾶν εἰς τὴν δημοσίαν ῥύμην καὶ ἀπὸ τοῦ ἐπάνωθεν αὐτοῦ συμποσίου ἐν δευτέρᾳ στέγῃ νεύοντος εἰς λίβα εἰς τὸ πλάτος τοῦ πεσσοῦπεσοῦ καὶ ἀπὸ τοῦ ὑποπεσσίου ἤτοι τχῆρε ἐν πρώτῃ στέγῃ καὶ ἀπὸ τοῦ νοτίνου συμποσίου ἐν τρίτῃ στέγῃ νεύοντος εἰς βορρᾶν εἰς τὸ κοινωνιμιαῖον αἴθριον καὶ ἀπὸ τοῦ ἐπάνω αὐτοῦ δώματος ἕως ἀέρος καὶ ἀπὸ τοῦ ἀπηλιωτικοῦ μεγάλου δώματος ἕως ἀέρος καὶ τὸ ἥμισυ τῶν ἁπάντων χρηστηρίων ἀπὸ θεμελίωνθεμελείων ἄχρι ἀέρος νότου ἡ τυφλὴ καὶ στενὴ ῥύμη καὶ ἡ οἰκία Ἀβρα αμίου Παχυμίου, βορρᾶ ῥύμη δημοσία, ἀπηλιώτου ἡ οἰκία Ἀβρααμίου Παχυμίου, λιβὸς ἡ οἰκία Ἀλλάμονος Παχνουμίου, οἷοι δʼ ἂν ὦσιωσει γείτονες πάντη πάντοθεν καθὼς ἐμοὶ ἐν στόματι ὑπηγόρευσα. καὶ οὐδὲν ἐμοὶ τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἐκ τοῦ αὐτοῦ προδεδηλωμένουπροδεδηλουμένου ἡμίσους μέρους οἰκίας καὶ τῶν ἁπάντων χρηστηρίων ἀπὸ ἐδάφους ἕως ἀέρος, περιελθὸν εἰς ἐμὲ ἀπὸ δικαίας ἀγορασίας παρὰ Ταπίας θυγατρὸς Τσίου καὶ εἰς αὐτὴν παρὰ Ἰωάννου τοῦ καὶ Παπτσίου καὶ εἰς ἐκεῖνονκακεινου ἀπὸ γονικῆςδονικης διαδοχῆς πρὸς τὴν δύναμιν τῆς παλαιᾶς πράσεως, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ νομισματίων πέντε ζυγῷ Συήνης, γίνονται χρυσοῦ νομισμάτια ε ζυγῷ Συήνης, ἥνπερ τιμὴν τελείαν καὶ αὐτόθι ἀπέσχη καἀπεσχηκως ἐγὼ Κυριακὸς παρʼ ὑμῶν Πατερμουθίου καὶ Κοκὼ τῶν ὠνουμένων διὰ χειρὸς εἰς χεῖρά μου ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ ἀριθμῷ καὶ σταθμῷ πλήρη. καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει διὰ παντὸς ἀπὸ παντὸς ἐπελευσομένου ἢ ἀντιποιησομένου. τὸν δὲ ἐπελευσόμενον ὑμῖν ἢ ἀντιποιησόμενον ἐκστήσω ἐγὼ ὁ πεπρακὼς καὶ καθαροποι ήσω ὑμῖν ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι πρὸς τῷτως ὑμᾶς τοὺς πεπρακότας Πατερμούθιον καὶ Κοκὼ ἀπεντεῦθεν κυριεύειν καὶ δεσπόζειν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν πωλεῖν καὶ παραχωρεῖν καὶ δωρεῖσθαι τέκνοις καὶ κληρονόμοις παραπέμπεινπαραπείκειν καὶ χρήσασθαι ᾧ ἐὰν ἕλοισθε τρόπῳ ἀκωλύτως τε καὶ ἀνεμποδίστως καὶ μὴ ἐγκαλεῖν ὑμῖνσοι μήτε ἐγκαλέσεινἐγκαλεσειεν μηθʼ ἕτερόν τινα ἐξ ἐμοῦ ὀνόματος ἐν μηδενὶ καιρῷ κατὰ μηδέναμηθένα τρόπον ἀφορμῇ μηδεμιᾷ μηδενὸς τῶν κληρονόμων μου ἢ τέκνων ἢ ἐγγόνων ἢ τῶν κατὰ γένους μου ἀγχιστευ όντων δυνησομένουδυνησομενων ἐγκαλεῖν ἢ ἀντιποιεῖν ἐπιχειρῆσαι παραβῆναι ἢ παρασαλεῦσαι ταύτην τὴν πρᾶσιν μηδὲν μὲν ὠφελήσεινὀφελεσειεν, παρέξεινπαρέξει δὲ λόγῳ καταδίκης χειμένης διπλῆν τὴν τιμὴν καὶ μηδὲν ἰσχύειν κατὰ τῆς πράσεως, ἀλλʼ ἐμμεῖναι αὐτῇ ἐπὶ τὸ διηνεκὲς ὡς ἐν δημοσίῳ ἀρχείῳ γεγενημένῃ. ἐπωμοσάμην θεὸν τὸν παντοκράτορα καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τῶν γαληνοτάτων δεσποτῶν τῆς οἰκουμένης Φλαυίων Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωσταντί νας τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων ἅπαντα τὰ προκείμενα ποιεῖν τηρεῖν εἰς πέρας ἄξαι διὰ παντόςἀγεινποεῖν. ἡ δὲ πρᾶσις κυρία ἔστωοὐσα καὶ βεβαία ἁπανταχοῦ προφερομένη μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Φλαύιος Κυριακὸς Μηνᾶ στρατιώτης καβαλλάριος ἀριθμοῦ Συήνης ὁ προγεγραμμένος πέπρακα τὸ ὑπάρχον μοι ἥμισυ μέρος ἀπὸ πάσης ὁλοκλήρου οἰκίας οἵας ἐστὶν διαθέσεως ἀπὸ ἐδάφους ἕως ἀέρος καὶ ἀπὸ τῶν κοινωνιμιαίων χρηστηρίων καὶ ἀπέσχηκα παρʼ ὑμῶν τὴν προγεγραμμένην τελείαν τιμὴν ἐν νομισματίοις πέντε ζυγῷ Συήνης καὶ βεβαιώσω ὑμῖν τὴνεισην πρᾶσιν ἐν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Παπνοῦθις Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . Φλαύιος Ἰακὼβ Παύλου ἀκτουάριος ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Κολοῦθος Βίκτορος στρατιώτης καὶ καβαλλάριοςκαβελαριου ἀριθμοῦ ΣυήνηςΣηύνης μαρτυρῶμαρτυρρῶ . Βίκτωρ ἸωάννουἸωαννης ἀπὸ ἀριθμοῦ ΣυήνηςΣήνης μαρτυρῶ. διʼ ἐμοῦ Ἄπα Δίου Σαβίνου ἐτελειώθη ἡ ὑπογραφή.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.