no image
DDbDP-text
Ende eines Schuldscheins via HGV-meta
Linked by Trismegistos ID
TM 15312.
Each record below describes this same artifact or text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου καὶ μεγίστου εὐεργέτου Φλαυίου Τιβερίου Νέου Κων σταντίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους δευτέρου Φαμενὼθ δεκάτῃ τῆς τρεισκαιδεκάτηςτρισκαιδεκάτης ἰνδικτίονος ἐν Συήνῃ Αὐρήλιος Ἰακὼβ ἐκ πατρὸς Κωσταντίου ἐκ μητρὸς Μαρίας ναύτης ἀπὸ Συήνης Αὐρηλίᾳ Μάριαμ θυγατρὶ Ἀλλαμονος μητρὸς Ταπίας ὁρμωμένῃ ἀπὸ τῆς αὐτῆς Συήνης τῇ μου σὺν θεῷ συμβίῳ χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰακὼβ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἔχειν καὶ χρεωστεῖν σοι ὑπὲρ τοῦ συμπεφωνημένου γαμικοῦ σου ἕδνουσοι χρυσοῦ δοκίμου νομισ μάτια τρία ζυγῷ Συήνης γίνεται χρυσοῦ νομισμάτια γ ζυγῷ Συήνης ἅπερ τὰ προκείμενα χρυσοῦ νομισμάτια τρίατρεία ζυγῷ Συήνης ἑτοίμως ἔχω παρασχεῖν σοι ὁπόταν βουληθείης ἀνυπερθέτως ἀτοκὶἀτοκεὶ ἰδίῳ μου κινδύνῳ καὶ πόρῳ τῆς ἐμῆς ὑποστάσεως τῆς καὶ ὑποκειμένης σοι καὶ ἐνεχομένης ἄχρι ἀποδόσεως καὶ συνπληρώσεως τοῦ προδεδη λωμένουπροδεδηλουμένου χρέους ἄνευ πάσης ὑπερθέσεώς τε καὶ εὑρεσιλογίας. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τὸ ἀσφαλὲς κύριον καὶ βέβαιον ἁπανταχοῦ προφερό μενον μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογρά φοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα . Αὐρήλιος Ἰακὼβ υἱὸς Κωσταντίου ναύτηςναύταις ἀπὸ Συήνης ὁ προκείμενος ἐθέμην τὸτω ἀσφαλὲς τῶντα τοῦ χρυσοῦ νομισματίωννομισματια τριῶντρις ζυγῷ Συήνης καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Φλαύιος Ἰωάν νης Παείωνος ὀρδινάριος ἀριθμοῦ Συήνης ἀξιωθεὶςἀξιωθὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φλαύιος Ἀβραὰμ Μουσαίου μαρτυρῶ . Φλαύιος ΠαπνοῦθιςΠπνοῦθις Πέτρου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἁτρῆς Βίκτωρ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐσωματίσθη. γραμματεῖον γενόμενον παρὰ Ἰακώβου ΚωσταντίουΚωσταντίνου ναύτουναυτης ἀπὸ Συήνης εἰς χρυσοῦ νομισμάτια γ ζυγῷ Συήνης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.