no image
DDbDP-text
Αὐρηλία […] μητρὸς Φιλουμένης μετὰ κυρίου
Ψεναμούνιος […] νεκροτάϕισσα ἀπὸ Κύσεως Τμάρσι
καὶ […] ἀπὸ τῆς αὐτῆς χαίρειν. ὁμολογῶ χαρίζεσθαι ὑμῖν
χάριτι ἀναϕαιρέτῳ εὐνοίας χάριν καὶ ϕιλοστοργίας ἀπὸ τοῦ νῦν
μέχρι παντὸς ἐξ ἴσου μέρος τέταρτον κηδείας νεκροταϕικῆς
[…] παρὰ Αὐρηλίου […]…ανοῦ Πετεχῶντος νεκροτάϕου […] καὶ μὴ ἐξεῖναί μοι μηδὲ ἄλλῳ τινὶ
τῶν ἐμῶν ὑπὲρ ἐμοῦ μετελθεῖν ὑμᾶς περὶ τῆσδε τῆς ἀμετανοήτου χάριτος διὰ τὸ οὕτως μοι δεδόχθαι. ἡ χάρις κυρία ἥτις
δισσὴ γραϕεῖσα ἔστω βεβαία ὡς ἐν δημοσίῳ κατακεχωρισμένη καὶ
ἐπερωτηθεῖσα ὡμολόγησα.
ἔτους … Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς
Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου
καὶ ἐπιϕανεστάτου Καίσαρος Σεβαστῶν Μεχειρ κζ
Αὐρηλία […] ἡ προκειμένη μετὰ κυρίου Ψεναμούνιος
τέθειμαι τὴν προκειμένην χάριτα ἐϕ’ αἷς περιέχει πάσαις.
ἔγραψα ὑπὲρ αὐτῆς Αὐρήλιος […] ἐρωτηθεὶς καὶ παρανέγνων
αὐτῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.