no image
DDbDP-text
[… 1 line lost …]
[…] Αὐρηλίᾳ Σενοσίρει μετὰ
κυρίου Ψεναμούνιος Ἀπολλωνίου πατρὸς νεκροταφίσσᾳ ἀπὸ τῆς αὐτῆς χαίρειν. ὁμολογῶ μὴ μετελεύσεσθαι μηδὲ ἐγκαλεῖν σοι περὶ τῶν πρατῶν ὑπὸ τοῦ ἀπογεγονότος πατρός
μου Ὀφελλίου Ψάιτος ἡμερῶν δέκα ἀπὸ κυνηγικοῦ τόπου ἐν τόποις
Ψενκημε κοινοῦ ὄντος τοῦ ὅλου κυνηγικοῦ τόπου πρὸς Αὐρήλιον Πλουτογένην μητρὸς Αὐρηλίας Θεοδώρας πρὸς τὰς λοιπὰς ἡμέρας, γείτονες νότου ὕδρευμα Παάπιος τοῦ Φιλοσαράπιδος, βορρᾶ ἕτερος κυνηγικὸς τόπος, ἀλλὰ παραλεῖψαί
σοι τὰς προκειμένας ἡμέρας δέκα βεβαίας ἀπὸ παντὸς καὶ μηδένα λόγον ἔχειν πρὸς σὲ περὶ τούτου διὰ τὸ τὸν
πατέρα μου ἀπεσχηκέναι τὴν
τιμὴν πλήρη. τὸ γράμμα τοῦτο δισσὸν ἐγράφη ὑπὲρ τοῦ προκειμένου
Αὐρηλίου Ψάιτος. κύριον ἔστω καὶ
ὡς ἐν δημοσίῳ κατακεχωρισμένον
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.