no image
DDbDP-text
[… ? lines lost …]
Αὐρήλιος Πλουτογένης […]
…[…]
χαίρειν. ὁμολογῶ […]
… εἴκοσι ἡμέρας πέντε ἀπὸ κυνηγικοῦ τόπου […] ἐν
τόποις Ψενκημε κοινοῦ ὄντος πρὸς […] καὶ Σεναμοῦνιν θυγατέρας πρὸς τὰς λοιπὰς ἡμέρας δέκα,
γείτονες τοῦ ὅλου κυνηγικοῦ τόπου νότου ὕδρευμα Παάπιος Ψεναμούνιος Τμάρσις βορρᾶ ἕτερος κυνήγιος τόπος
Ψενοσίριος, τῷ σὲ ϕυτεῦσαι ϕυτὰ εἴκοσι ἐν τῷ προκειμένῳ κυνηγικῷ τόπῳ. ἐὰν δὲ μὴ ϕυτεύσῃς τὰ ϕυτὰ
εἴκοσι, οὐκ ἐπικρατήσεις τῶν προκειμένων ἡμερῶν
πέντε. τὸ δὲ γραμμάτιον δισσὸν ἐγράϕη ἐϕ’ ὑπογραϕῆς ἡμῶν ἀμϕοτέρων παρ’ ἑκατέρῳ μέρει ἁπλοῦν
ἡμῖν καὶ κύριον ἔστω καὶ βέβαιον ὡς ἐν δημοσίῳ
κατακεχωρισμένον καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ἔγραψα ὑπὲρ αὐτοῦ τὸ σῶμα Αὐρήλιος Βασιλείδης Ἀρτεμιδώρου ἐρωτηθεὶς
καὶ παρανέγνων αὐτῷ.
ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορη γ.
Αὐρήλιος Πλουτογένης ὁ προκείμενος τέθειμαι
τὸ προκείμενον γράμμα ἐϕ’ οἷς περιέχει πᾶσι.
Ψεναμοῦνις Ἀπολλωνίου ὁ προκείμενος εὐδοκῶ πᾶσι τοῖς προκείμενοις. ἔγραψα ὑπὲρ αὐτοῦ Αὐρήλιος Ἀμμώνιος Παμούθιος ἐρωτηθείς.
Αὐρήλιος Σαραπίων ὁ καὶ Φιλοσάραπις μαρτυρῶ.
Αὐρήλιος Ἑρμησίας Νεϕερῶτος ἐμαρτύρησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.