no image
DDbDP-text
[…]…[…]νι στρατηγῷ Ὀάσεως
μεγάλης παρὰ Σύρου υἱοῦ Σεννήσιος καὶ Πολυδεύκους ἀπελευθέρου Πετεχῶντος καὶ Πετοσίριος ἐξωπυλειτῶν τῶν ἀπὸ Κύσεως.
ἀντικαταστάσεως γενομένης ὑϕ’ ἡμῶν
πρὸς Ταπαοῦτιν καὶ Ἰσιδώραν ἀδελϕὴν ἐπὶ
τῶν ἀδελϕῶν περὶ μέρους νεκροταϕικῆς τάξεως ἐν κώμῃ Πμουνψιν τῆς
αὐτῆς Κύσεως ἣ μὲν ἦν ὑϕ’ ἡμῶν ἔτι ἀπὸ
τοῦ […] ἔτους θεοῦ Γορδιανοῦ παρὰ Ψεννήσιος
Ὥρου νεκροτάϕου ἀπὸ Κύσεως καὶ σοῦ
ἀκροασαμένου τοῦ πράγματος κατὰ τὴν σὴν ἐπιείκειαν ἔκρινας ὥστε ἐσμὲν μέχρι δεῦρο ἐν τῇ νομῇ,
ἡ δὲ τάξις πάλιν μένει ὡς ἔσχεν. ἐπεὶ οὖν
ἡμεῖς ἐσμεν οἱ ἐν τῇ νομῇ καὶ τῆς τάξεως τῆς αὐτῆς ἐπικρατοῦντες ἀϕ’ ὅτε
παρεδεξάμεθα μέχρι δεῦρο, ἀξιοῦμεν
νῦν σε γράψαι τοῖς τῆς κώμης Πμουνψιν
[…]οις ὅπως μηδεμίαν βίαν
ἐάσωσι γενέσθαι ὑπὸ τῶν ἀντιτεταγμένων καὶ πρὸς τὸ δύνασθαι ἡμᾶς
πάλιν τὸ ἴδιον ἔχειν ὡς καὶ μέχρι
δεῦρο.
ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου
Φουλουίου Ἰουνίου Μακριανοῦ
καὶ Τίτου Φουλουίου Ἰουνίου Κυιήτου
Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν
Ἁθυρ ε.
Σύρος καὶ Πολυδεύκης οἱ προκείμενοι ἐπιδεδώκαμεν. ἔγραψα ὑπὲρ αὐτῶν Αὐρήλιος Βασιλείδης ἐρωτηθείς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.