no image
DDbDP-text
[… ? lines lost …]
[…] Αὐρηλίᾳ Σενοσίρει μετὰ κυρίου Ψεναμούνιος Ἀπολλωνίου πατρὸς νεκροταϕίσσᾳ ἀπὸ τῆς αὐτῆς χαίρειν.
ὁμολογῶ μὴ μετελεύσεσθαι μηδὲ ἐγκαλεῖν σοι περὶ τῶν πρατῶν ὑπὸ τοῦ ἀπογεγονότος πατρός μου Ὀϕελλίου Ψάιτος ἡμερῶν
δέκα ἀπὸ κυνηγικοῦ τόπου ἐν
τόποις Ψενκημε κοινοῦ ὄντος
τοῦ ὅλου κυνηγικοῦ τόπου πρὸς Αὐρήλιον Πλουτογένην μητρὸς Αὐρηλίας Θεοδώρας πρὸς τὰς λοιπὰς […]
[…] ἡμέρας, γείτονες νότου ὕδρευμα Παάπιος τοῦ Φιλοσαράπιδος
βορρᾶ ἕτερος κυνηγικὸς τόπος, ἀλλὰ
παραλεῖψαί σοι τὰς προκειμένας ἡμέρας
δέκα βεβαίας ἀπὸ παντὸς καὶ μηδένα
λόγον ἔχειν πρὸς σὲ περὶ τούτου διὰ τὸ
τὸν πατέρα μου ἀπεσχηκέναι τὴν
τιμὴν πλήρη. τὸ γράμμα τοῦτο δισσὸν ἐγράϕη ὑπὲρ τοῦ προκειμένου
Αὐρηλίου Ψάιτος. κύριον ἔστω καὶ
ὡς ἐν δημοσίῳ κατακεχωρισμένον
καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ἔτους γ Αὐτοκράτορος Καίσαρος
Μάρκου Ἀντωνίου Γορδιανοῦ
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ.
Αὐρήλιος Ψάις ὁ προκείμενος
τέθειμαι τὸ προκείμενον ἐϕ’ οἷς
περιέχει πᾶσι. ἔγραψα ὑπὲρ αὐτοῦ
Αὐρήλιος Βασιλείδης ἐρωτηθείς.
Αὐρήλιος Πλουτίων μαρτυρῶ.
Αὐρήλιος Σαραπίων μαρτυρῶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.