no image
DDbDP-text
Sale of a Camel via HGV-meta
Sale of a white female camel by a cavalry soldier to a man of Kysis. A contract of sale in which Aurelius Heron, a cavalry soldier of the Second Legion Traiana stationed at Tentyra, sells a white female camel to Aurelius Apianos of Kysis in the Great Oasis for 9 talents. It was written at Tentyra in April 302 and found at Kysis. machine translation
Linked by Trismegistos ID
TM 22630.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἥρων Κάστορος στρατιώτης ἱππεὺς προμώτων
σεκούνδων ἀπὸ λεγεῶνος β Τραιανῆς διακειμένων
ἐν Τεντύρῃ ὑπὸ Μακρόβιον πραιπόσιτον Αὐρηλίῳ
Ἀπιανῷ Κα[…]ου ἐξωπυλίτῃ ἀπὸ κώμης Κύσιος
τοῦ Ἱβίτου νομοῦ χαίρειν.
ὁμολογῶ πεπρακέναι σοι ἐν Τεντύρῃ κάμηλον
θήλειαν λευκόχρωμον ἐν τῷ ἐνεστῶτι ιη καὶ ιζ καὶ ι
τιμῆς τῆς πρὸς ἀλλήλους συμπεϕωνημένης ἀργυρίου
καινοῦ Σεβαστῶν νομίσματος τάλαντα ἐννέα,
γίνεται τάλαντα θ, ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ ἀριθμῷ πλήρη
ἐϕ’ οὗ καὶ συνεπείσθην καὶ εἶναι περὶ σὲ τὸν ὠνούμενον
κράτησιν κυρίαν καὶ δεσποτείαν ἀναϕαίρετον ἀπὸ τοῦ νῦν
ἐπὶ τὸν ἀεὶ χρόνον, χρώμενον καὶ οἰκονομοῦντα περὶ
αὐτὴν καθ’ ὃν ἐὰν αἱρῇ τρόπον καὶ τοὺς μετὰ σὲ παραλημψομένους πάντας. βεβαιώσω σοι τήνδε τὴν πρᾶσιν πάσῃ
βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου παρά τε ἐμοῦ
ὀνόματος ἢ καὶ ἄλλου τινὸς ἁπλῶς παντὶ καιρῷ ἀνυπερθέτως.
ἡ δὲ πρᾶσις αὕτη ἁπλῆ γραϕεῖσα κυρία ἔσται καὶ
βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ἔτους ιη καὶ ιζ καὶ ι τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιϕανεστάτων Καισάρων Φαρμουθι λ.
Αὐρήλιος Ἥρων Κάστορος ὁ προκείμενος
στρατιώτης πέπρακα τὴν προκειμένην κάμηλον καὶ ἀπέσχον τὴν τιμὴν
ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.