no image
DDbDP-text
Contract for Parachoresis (new version) via HGV-meta
Cession of three arouras of katoikic land near Nesla to Berenike. A contract of cession (parachoresis) in which a woman transfers to Berenike three arouras of katoikic land near Nesla in the upper toparchy of the Oxyrhynchite nome, with the annual rents, for a cash price, guaranteeing the land free of dues. It is dated 5 May AD 68, in Nero's 14th year. machine translation
Linked by Trismegistos ID
TM 121947.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τεσσαρεσκαιδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος.[…]. ὁμολογεῖ[…]
τοῦ Κεφαλᾶτος μητρὸς Ταυσοράπιος[…], ἀπὸ[…], Βερενίκῃ,[…]τοῦ
Διονυσίου μητρὸς Βερενίκης τῆς Διο[…], ἀπὸ[…], παρακεχωρηκέναι αὐτῇ ἀκολούθως τοῖς διὰ τῶν ἐκ τοῦ ἱππικοῦ ᾠκονομήνοις ἀφʼ οὗ ἐπιδέδωκεν ἡ ὁμολογοῦσα[…]ὑπομνήματος τῷ πρὸς τοῖς καταλοχισμοῖς τὰς ὑπαρχούσας αὐτῇ περὶ Νέσλα τῆς ἄνω τοπαρχίας ἐκ τοῦ[…]καὶ κλήρου[…]
ἀρούρας τρεῖς σὺν τοῖς ἐπετείοις ἐκφορίοις, ὧν γείτονες Νότου[…], Βορρᾶ[…], Λιβὸς[…], Ἀπηλιώτου[…]ἵνʼ ὑπάρχωσιν τῇ Βερενίκῃ καὶ ἐκγόνοις αἱ τρεῖς ἄρουραι σὺν τοῖς ἄλλοις τιμίοις καὶ φιλανθρώποις κυρίως τὸν πάντα χρόνον ἀκολούθως τοῖς προστεταγμένοις καὶ ἐπεσταλμένοις, τὸ δὲ διεσταμένον παραχωρητικὸν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς[…]αὐτόθι ἀπέχειν τὴν ὁμολογοῦσαν παρὰ τῆς Βερενίκης ἐκ πλήρους ἐν ἐπείγουσι καιροῖς καὶ μηθὲν παρασυγγραφήσειν μηδὲ κακοτεχνήσειν[…]περὶ τὴν παραχώρησιν ταύτην
τρόπῳ μηδενί, ἀλλὰ καὶ ἐπάναγκον παρέξεσθαι ἡ ὁμολογοῦσα[…]τῇ Βερενίκῃ ἢ τοῖς παρʼ αὐτῆς τὰς τρεῖς ἀρούρας διὰ παντὸς μὲν βεβαίας
καθαρὰς δὲ καὶ ἀπὸ δημοσίων καὶ τῶν ἄλλων τελεσμάτων πάντων τῶν ἔμπροσθεν χρόνων μέχρι Μεσορὴ ἐπαγομένων ε τοῦ διελθόντος τρισκαιδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ τρισκαιδεκάτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. ἐὰν δέ τι τούτων παρασυγγραφῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω τῇ Βερενίκῃ ἢ τοῖς παρʼ αὐτῆς καθʼ ὃ ἐὰν παρασυγγραφῇ εἶδος τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς[…]καὶ εἰς τὸ δημόσιον
τὰς ἴσας καὶ μηθὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω καθότι πρὸς ἀλλήλους συνεχώρησαν. ἔτους ιδ Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος,[…]ιδ Νέρωνος Κλαυδίου Καίσαρος
[…] …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.