no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9095.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]… Ἁρποκρατίωνος Θεναπύγχι τῇ
Σαμβᾶτος μετὰ κυρίου τοῦ συγγενοῦς
[…]ου Νεμεσίωνος χαίρειν. ἐπεὶ πέπρακα τῷ πατρί σου Σαμβᾶτι Πειειοῦτι κατὰ χειρόγραφον δεδημοσιωμένον[…] μέρος ἐλαιωνοπαραδείσου περὶ
Καρανίδα ἀρούρης μιᾶς, βουλομένης
σου καταγραφῆναι τοῦτο κατὰ δημόσίους χρηματισμοὺς ἠρώτησά σε συνχωρῆσαί μοι προθεσμίαν ἕως τῆς τριακάδος τοῦ Φαμενὼθ τοῦ ἐνεστῶτος
ὀκτωκαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος
τοῦ κυρίου ἐν ᾧ μηνὶ ἐπάναγκον παρέξαι
με τὴν βιβλιοθήκην καθαρὰν καὶ
τὰ ἄλλα ἀρχεῖα. αὐτόθεν ὁμολογῶ κατὰ τόδε τὸ χειρόγραφον ἐνμένειν τῇ δηλουμένῃ προθεσμίᾳ καὶ ποιήσειν πάντα τὰ
προκίμενα. τὸ δὲ χειρόγραφον τοῦτο κύριον
ἔστωι πανταχῇ ἐπιφερόμενον ὡς ἐν
δημοσίῳ κατακεχωρισμένον. ἔτους
ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ
Γερμανικοῦ Δακικοῦ. Τῦβι τριακάδι.
[v]
[…] προθεσμία φοινικῶνος
Θεναπύνχις
[… 3 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.