Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxf.10
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιονοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Δύστρου δ Τῦβι δ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσιν Ἄρης Ἑρμίου ἀπὸ τῆς μητροπόλεως ὥς φησιν ἀναγραφόμενος ἐπʼ ἀμφόδου Βιθυνῶν καὶ ἄλλων τόπων Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ πήχειπήχι δεξιῶι καὶ ἡ τούτου γυνὴ Θερμουθᾶς Λεοντᾶ ΠερσίνηΠερσίνηι ὡς ἐτῶν τριάκοντα δύο οὐλη παρὰ γόνυ ἀριστερὸν μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς ἀνδρὸς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Λουκίωι Βελλήνωι Γεμέλλωι διὰ Ἐπαγάθου ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ δεξιῶι ἔχειν παρʼ αὐτοῦ παρα χρῆμα διὰ χειρὸςχιρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς εἴκοσι καὶ ἀντὶ τῶν τόκων παραμενεῖν τὸν Ἄρην ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τῆς προγεγραμμένης ἡμέρας βόσκονταβοσκων ἃ ἔχει ὁ Λούκιος χοιρίδια ἄγονταἀγων αὐτὰ εἰς τὰς καθηκούσας ὁδοὺς καὶ νο μὰς καὶ ποιοῦνταποιων πάντα ὅσα καθήκεικαθήκι, τῷτο βοσκῶι, λαμβάνοντος αὐτοῦ Ἀρείου κατὰ μῆνα ἕκαστον εἰς πάντα λόγον ὀψωνίου ἀργυρίου δραχμὰς εἴκοσι , μὴ οὔσης ἐξουσίας αὐτῷ ἐντὸς τοῦ χρό νου ἀπαλλαγῆναι. ἐὰν δὲ ἀπαλλαγῇ, ἐκτισάτω ἑκάστης ἡμέρας, ἧς ἐὰν προλείψῃ τὰ χοιρίδια, δραχμὰς δύο καὶ τὸ ἀργύριον σὺν ἡμιολίᾳ. καὶ μετὰ τὸν χρόνον ἀποδότωἀποδώτω τὰς προκι μένας ἀργυρίου δραχμὰς εἴκοσι . ἐὰν δὲ πρὸ τοῦ χρόνου ἀπαλλαγῇ, ἀποδώσειἀποδώσι τὸ ἀργύριον διπλοῦν, τῆς πράξεως οὔσης τῷ Λουκίῳ ἔκ τε τῶν ὁμολογούντων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης. ὑπογραφεὺς τῶν ὁμολογούντων Ἥρων Ἡρακλείδου ὡς ἐτῶν νγ ἀπὸ Θεαδελφείας. Ἄρης Ἑρμίου Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ γυνή μου Θερμουθᾶς Λεοντᾶ Περσίνη μετὰ κυ ρίου ἐμοῦ ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν ὁμο λογοῦμεν ἔχειν παρα Λουκίου Βελλήνου Γεμέλλου διὰ Ἐπαγάθου ἀργυρίου δραχμὰς εἴκοσι ἐπὶ τῇ παραμονῇ τοῦ ἑνὸς ἡμῶν Ἀρείου ἐπὶ ἐνιαυτὸν ἕνα βόσκοντοςβοσκων ἃ ἔχει ὁ Λούκιος χοιρίδια, λαμβάνοντος αὐτοῦ κατὰ μῆνα ὀψωνίου εἰςἰς πάντα λόγον ἀρ γυρίου δραχμὰς εἴκοσι καὶ μετὰ τὸν χρό νον ἀποδώσομεν τὸ ἀργύριον. ἐὰν δὲ πρὸ τοῦ χρόνου ἀπαλλαγῶ, ἀποδώσομεν τὸ ἀργύρι ον διπλοῦν καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἥρων Ἡρακλείδου μὴ εἰδότων γράμματα. ἐντέτακταιἐντέτακτε διὰ τοῦ ἐν Θεαδελφείᾳ γραφείου. παραμονὴ Ἀρείου τοκνν τη γυναικὶ δραχμῶν κAbout this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.