Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.1.136
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους α, μετὰ τὴν ὑπατείανὑπατίαν τοῦ τῆς θείας λήξεως γενομένου ἡμῶν δεσπότου Τιβερίου Κωνσταντίνου ἔτους ε, Παχὼν κθ, ἰνδικτίονος πρώτης. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ τῆς ἐν εὐκλεεῖ τῇ μνήμῃ Ἀπίωνος γενομένου πρωτοπατρικίου, γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου, τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχὴν, Σερῆνος διάκονος τῆς ἁγίας ἐκκλησίας, υἱὸς τοῦ μακαρίου Ἀπολλώ, μετʼ ἐγγυητοῦ τοῦ καὶ ἀναδεχομένου αὐτὸν εἰς ἣν ποιεῖται ὑποδοχὴν τῆς καταπιστευομένης αὐτῷ προνοησίας τῶν ἑξῆς δηλουμένων κτημάτων καὶ ἐξωτικῶν αὐτῶν τόπων, ἐμοῦ Βίκτορος νομικαρίου, υἱοῦ τοῦ μακαρίου Ἰωάννου, ἑξῆς ὑπογράφοντες ἰδίοις γράμμασιν, ἀμφότεροι ὁρμώμενοι ἀπὸ τῆς αὐτῆς πόλεως, χαίρειν. ὁμολογῶ ἐγὼ ὁ πρωτότυπος Σερῆνος διάκονος, ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει συντεθεῖσθαί με πρὸς τὴν ὑμῶν ὑπερφύειαν διὰ τῶν αὐτῇ προσηκόντωνπροσκόντων ἐπὶ ἕνα ἐνιαυτόν, λογιζόμενον ἀπὸ λοιπάδος χρυσικῶν τῆς παρούσης πρώτης ἰνδικτίονος καὶ καρπῶν καὶ χρυσικῶν καὶ προσόδων τῆς σὺν θεῷ δευτέρας ἐπινεμήσεως, ἐπὶ τῷ με τὴν χώραν τοῦ προνοητοῦ ἤτοι ὑποδέκτου ἀποπληρῶσαι παρʼ αὐτῇ ἐνἐμ προστασίᾳ κτήματος Ματρέου καὶ τῶν ἐν ταῖς κώμαιςκώμης Ἐπισήμου καὶ Ἀδαίου καὶ τῶν ἐξωτικῶν αὐτῶν τόπων τῶν διαφερόντων τῇ ὑμῶν ὑπερφυείᾳ, καὶ κατὰ τὸ παρεχόμενόν μοι ἀπαιτήσιμον παρὰ τῶν αἰδεσίμων χαρτουλαρίων τοῦ ἐνδόξου αὐτῆς οἴκου τὴν μεθοδίαν τρέψαι κατὰ τῶν ὑπευθύνων γεωργῶν κτηματικῶν τε καὶ κωμητικῶν καὶ ἐξωτικῶν, εἰς τὸ πάντα εἰσπρᾶξαι καὶ καταβαλεῖν ἐπὶ τὴν ὑμῶν ὑπερφύειαν ἤτοι ἐπὶ τοὺς αὐτῇ προσήκοντας, τοῦτʼ ἔστιν, τὸν μὲν σῖτον ἐπὶ τὸν δημόσιον ναύτην τοῦ ἐνδόξου αὐτῆς οἴκου, τὸ δὲ χρυσικὸν ἐπὶ τὸν λαμπρότατον τραπεζίτην τοῦ αὐτοῦ ἐνδόξου οἴκου, ἀκολούθως τοῖς ἐμοῖς ἐνταγίοις τοῖς ἐκδιδομένοις παρʼ ἐμοῦ πᾶσιν τοῖς ὑπευθύνοις γεωργοῖς ταύτης τῆς προνοησίας, καὶ μετὰ τὴν γινομένην παρʼ ἐμοῦ σπουδὴν καὶ ἣν ἐνδείκνυμι μεθοδίαν περὶ τὴν εἴσπραξιν. εἰ δὲ συμβῇ τι ἔκθεσινἔχθεσιν γενέσθαι ἐν τοῖς προγεγραμμένοις κτήμασιν, ἐμὲ ταύτην ἀποσυμβιβάσαι τὴν δὲ ὑμῶν ὑπερφύειαν ταύτην ἑαυτῇ καταλογίσασθαι ἐν τοῖς ἐμοῖς λόγοις· τὰ δὲ ἐξωτικὰ πάντα ἐμὲ εἰς πλῆρες λημματίσαι καὶ εἰσπρᾶξαι καὶ εἰσενεγκεῖν τῷ εἰρημένῳ γεουχικῷ λόγῳ. προσομολογῶ δὲ λημματίσαι τῇ ὑμῶν ὑπερφυείᾳ ὑπὲρ παραμυθείας τοῦ παραλημπτικοῦ μέτρου τῶν ἀρταβῶν ἑκατὸν ἀρτάβας δέκα πέντε . πρὸς δὲ τούτοιςτουτους συνεθέμην καὶ ὡμολόγησα διδόναι τῷ ἐνδόξῳ οἴκῳ τῆς ὑμῶν ὑπερφυείας καὶ τὰ δώδεκα νομίσματα Ἀλεξανδρείας τὰ ἐξ ἔθους παρεχόμενα ὑπὲρ παραμυθίαςπαραμυθείας τῆς αὐτῆς προνοησίας, καὶ δέξασθαί με τὸ ἐμὸν ὀψώνιον κατὰ μίμησιν τοῦ πρὸ ἐμοῦ προνοητοῦ. δώσω δὲ τοὺς λόγους πάσης τῆς ἐμῆς ὑποδοχῆς τοῦ τε λήμματος καὶ ἀναλώματος, καὶ τὰ ἀπὸ τῶν λογοθεσιῶν ἀποπληρώσω, εἰ λοιπαδάριος φανείην ἀκολούθως ὡς εἴρηται τοῖς ἐμοῖς ἐνταγίοις. προσομολογῶ δὲ καὶ ἐγὼκἀγὼ Βίκτωρ ὁ ἐγγυητὴς ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι τὸν προγεγραμμένον Σερῆνον διάκονον προνοητὴν διδόνταδιδούντα πληροῦντα τὰ τῆς αὐτοῦ ὑποδοχῆς, καὶ εἰ λοιπαδάριος φανείη ἀκολούθως τοῖςτῆς αὐτοῦ πιττακίοις οἴκοθεν καὶ ἐξ ἰδίων μου διδόναι καὶ πληρῶσαι τὴν ὑμῶν ὑπερφύειαν, ἀποταττόμενος τῷ προνομίῳ τῶν ἐγγυητῶν, διαφερόντως δὲ τῇ νεαρᾷ διατάξει τῇ περὶ ἐγγυητῶν καὶ ἀντιφωνητῶν ἐκφωνηθείσῃ. καὶ ὑπεθέμεθα ἀμφότεροι εἰς τὸ δίκαιον τούτου τοῦ συναλλάγματος πάντα τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ συνάλλαγμα δισσὸν γραφὲν, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Σερῆνος διάκονος, υἱὸς τοῦ μακαρίου Ἀπολλώ, ὁ προγεγραμμένος, πεποίημαι τοῦτοτοῦτου τὸ συνάλλαγμα τῆς προγεγραμμένης προνοησίας κτήματος ΜατρέουΜατρέυ καὶ τῶν ἐν ταῖςτε͂ς κώμαιςκώμης ἘπισήμουἘπισύμου καὶ ἈδαίουἈδευ καὶ τῶν ἐξωτικῶν τόπωντώπων, καὶ ἀποδώσω τοὺς λόγους μου, καὶ στοιχεῖστοιχῖ μοι πάντα τὰ ἐν αὐτῷ ὡςὁς πρόκειται, ὑπογράψας χειρὶχειρεὶ ἐμῇἐμοῖ ἀπέλυσαἀπέλησα. Βίκτωρ νομικάριος, υἱὸς τοῦ μακαρίου Ἰωάννου, ὁ προγεγραμμένος, ἐγγυῶμαιἐγγυομαιἕπομαι καὶ ἀναδέχομαι τὸν προγεγραμμένον εὐλαβέστατον Σερῆνον διάκονον καὶ προνοητὴν ἐν τούτῳτουτο τῷτο συναλλάγματι, καὶ συμφωνεῖσυμφονῖ μοι πάντα ὡς πρόκειται. ὑπέγραψα χειρὶχειρεὶ ἐμῇἐμοῖ, ἀπέλυσα. διʼ ἐμοῦ Παπνουθίου συμβολαιογράφου ἐτελειώθη. di emu PapnutiuPapnuthiu sumbolaeografu eteliothe. συνάλλαγμα Σερήνου τοῦ εὐλαβεστάτου διακόνου υἱοῦ τοῦ μακαρίου Ἀπολλώ, μετʼ ἐγγυητοῦ τοῦ θαυμασιωτάτουθαυμασίου Βίκτορος νομικαρίου, προστασίας κτήματος Ματρέου.Cross-references (3)
- TM-Text 20775 primary
- DDbDP-Text p.oxy;1;136 tier-1
- HGV-Text 20775 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.