no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9115.
Each record below describes this same artifact or text from a different angle.
ἀπὸ τῆς Παλαμήδους
τοῦ Ὀννώφρεως τραπέζης Διονυσιάδος ἔτους
πεντεκαιδεκάτου Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ
Σεβαστοῦ Μεχεὶρ κη. Δημητροῦς Στοτοήτιος τοῦ Δωρίωνος μετὰ κυρίου τοῦ συγγενοῦς
Μυσθαρίωνος τοῦ Χαιρήμωνος τοῦ Ἀγχορίμφεως
τῇ ταύτης μητρὶ Ταμύσθᾳ νεωτέρᾳ τοῦ Πτολλίδος
μετὰ κυρίου τοῦ ἀνδρὸς Στοτοήτιος τοῦ Δωρίωνος ἔχειν
τὴν μητέρα Ταμύσθαν
παρὰ τῆς θυγατρὸς Δημητροῦτος χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν εἴκοσιν ,
ἃς καὶ ἀποδώσει ἡ Ταμύσθα τῇ
Δημητροῦτι τῷ Τυβὶ μηνὶ
τοῦ εἰσιόντος ἑκκαιδεκάτου ἔτους
Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
ἀνυπερθέτως χωρὶς ἄλλων
ὧν ὀφείλει ἡ Ταμύσθα …
τῇ Δημητροῦτι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.