no image
DDbDP-text
Agreement for Sale of Slaves via HGV-meta
Appointment of an agent to sell two inherited slaves. A contract in which the Roman citizen Marcus Antonius Ptolemaios appoints Dionysios, son of Theon, as his agent to sell two slaves, both named Diogas, whom he inherited from his father. Dionysios is to sell them together or separately at the best price and pay the proceeds to Ptolemaios. It was drawn up at Oxyrhynchus in AD 83. machine translation
Linked by Trismegistos ID
TM 20753.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ,
Φαῶφι κη, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος.
ὁμολογεῖ Μάρκος Ἀντώνιος Πτολεμαίου υἱὸς Σεργία
Πτολεμαῖος καὶ ὡς χρηματίζει Διονυσίωι πρεσβυτέρωι Θέωνος τοῦ Διονυσίου τῶν ἀπʼ Ὀξυρύγχων
πόλεως ἐν ἀγυιᾷ συνεστακέναι αὐτὸν κατὰ τὴνδε τὴν ὁμολογίαν πρὸς ἐξαλλοτρίωσιν ἄξοντα
τὰ ὑπάρχοντα αὐτῷ Ἀντωνίῳ Πτολεμαίῳ πατρικὰ δοῦλα σώματα, Διογᾶν τὸν καὶ Νῖλον ὡς ἐτῶν μ
καὶ ἕτερον Διογᾶν ὡς ἐτῶν λ, ταῦτα τοιαῦτα ἀναπόρριφα πλὴν ἐπαφῆς καὶ ἱερᾶς νόσου, τοῖς προσελευσομένοις τῶι ἀγορασμῷ ἤτοι ὑφʼ ἓν ἢ καθʼ ἕνα
ἧς ἐὰν εὕρῃ τιμῆς, καὶ τὰ ἄλλα περὶ αὐτῶν περιοικονομήσοντα καθὰ καὶ αὐτῷ Μάρκῳ Πτολεμαίωι παρόντι ἐξῆν· εὐδοκεῖν γὰρ αὐτὸν ἐπὶ τούτοις ἐφʼ ᾧ τὴν δοθησομένην αὐτῷ τούτων
ἢ τοῦ ἀπʼ αὐτῶν πραθησομένου τιμὴν ἀποκαταστήσειν τῷ Ἀντωνίῳ Πτολεμαίῳ, τῆς πίστεως
περὶ αὐτὸν Διονύσιον οὔσης, τῆς δὲ περὶ κυριείας βεβαιώσεως ἐξακολουθούσης τῷ Ἀντωνίῳ Πτολεμαίῳ ἐπὶ τοῖς προκειμένοις δικαίοις.
κυρία ἡ σύστασις.
[v]
σύστασις Ἀντωνίου Πτολεμαίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.